Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

9.73 ὧδε μὲν ἑαλώκει Ῥόδος, καὶ Κάσσιος ἐν αὐτῇ προυκάθητο ἐπὶ βήματος καὶ δόρυ τῷ βήματι παρεστήσατο ὡς ἐπὶ δοριαλώτῳ. ἀτρεμεῖν τε κελεύσας τὸν στρατὸν ἀκριβῶς καὶ θάνατον ἐπικηρύξας, εἴ τις ἁρπάσειεν ἢ βιάσαιτό τι, αὐτὸς ἐξ ὀνόματος ἐκάλει Ῥοδίων ἐς πεντήκοντα ἄνδρας καὶ ἀχθέντας ἐκόλαζε θανάτῳ· ἑτέροις δέ, ἀμφὶ τοὺς πέντε καὶ εἴκοσιν, οὐχ εὑρεθεῖσι φυγὴν ἐπέταττεν. χρήματα δὲ ὅσα ἦν ἢ χρυσὸς ἢ ἄργυρος ἐν ἱεροῖς τε καὶ δημοσίοις, πάντα συλήσας ἐκέλευσε καὶ τὸν ἰδιωτικὸν ἐκφέρειν τοὺς κεκτημένους εἰς ἡμέραν ῥητήν· καὶ ἐπεκήρυξε τοῖς μὲν ἐπικρύψασι θάνατον, τοῖς δὲ μηνύσασι δεκάτην, δούλοις δὲ καὶ ἐλευθερίαν. οἱ δʼ ἐν μὲν ἀρχῇ πολλοὶ συνέκρυψαν, οὐκ ἐς τέλος ἐλπίζοντες ἀφίξεσθαι τὴν ἀπειλήν· διδομένων δὲ τῶν γερῶν καὶ κολαζομένων τῶν μηνυομένων ἔδεισάν τε καὶ προσθεσμίαν ἑτέραν λαβόντες οἱ μὲν ἐκ γῆς ἀνώρυσσον, οἱ δὲ ἐκ φρεάτων ἀνίμων, οἱ δὲ ἐξέφερον ἐκ τάφων πολὺ πλέονα τῶν προτέρων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme