Book 4
7.56
ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου· μεταπηδῶντα δʼ αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. τῶν δʼ ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν· καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δʼ ὅπῃ δύναιντο ἕκαστος. ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις.