Book 4
7.55
θαρρήσας οὖν ὁ Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπʼ ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. καὶ τάδε μαθὼν ὁ Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. ὁ δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπʼ αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾔει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, ὁ Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾔει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. ὁρῶν δὲ ταῦτα ὁ Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ· καὶ τοῦδε μὲν ὁ Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος ὁ Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς.