Book 4
6.42
Μετέλλω δὲ ἤστην υἱός τε καὶ πατήρ· καὶ αὐτοῖν ὁ μὲν πατὴρ στρατηγῶν Ἀντωνίῳ περὶ Ἄκτιον αἰχμάλωτος ἑάλω καὶ ἠγνοεῖτο, ὁ δὲ υἱὸς τῷ Καίσαρι συνεστρατεύετο καὶ ἐστρατηγήκει καὶ ὅδε περὶ τὸ Ἄκτιον. ἐν δὲ Σάμῳ διακρίνοντι τῷ Καίσαρι τοὺς αἰχμαλώτους ὁ μὲν παῖς συνήδρευεν, ὁ δὲ πρεσβύτης ἤγετο κόμης τε ἔμπλεως καὶ δύης καὶ ῥύπου καὶ τῆς ἐκ τῶνδε μεταμορφώσεως. ὡς δὲ ἐν τῇ τάξει τῶν αἰχμαλώτων ὑπὸ τοῦ κήρυκος ἀνεκλήθη, ἀνέθορεν ὁ υἱὸς ἐκ τοῦ συνεδρίου καὶ μόλις ἐπιγνοὺς τὸν πατέρα ἠσπάζετο σὺν οἰμωγῇ· ἐπισχὼν δέ ποτε τοῦ θρήνου πρὸς τὸν Καίσαρα ἔφη· οὗτος μέν σοι πολέμιος γέγονεν, ὦ Καῖσαρ, ἐγὼ δὲ σύμμαχος· καὶ χρὴ τοῦτον μέν σοι δοῦναι δίκην, ἐμὲ δὲ γέρας εὑρέσθαι. αἰτῶ δή σε τὸν πατέρα σῴζειν διʼ ἐμὲ ἢ διʼ ἐκεῖνον ἐμὲ συγκατακανεῖν. οἴκτου δὲ ἐξ ἁπάντων γενομένου μεθῆκε σῴζεσθαι τὸν Μέτελλον ὁ Καῖσαρ, καίτοι πολεμιώτατον αὐτῷ γενόμενον καὶ δωρεῶν πολλῶν, εἰ μεταθοῖτο πρὸς αὐτὸν ἀπʼ Ἀντωνίου, πολλάκις ὑπεριδόντα.
6.43
Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας δοθείσης ὁ Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπʼ αὐτόν, ἐς Πομπήιον μεθʼ ὅσων εἶχε διέπλευσε.