Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

5.34 τοιαῦτα τῆς Ὁρτησίας λεγούσης, οἱ τρεῖς ἠγανάκτουν, εἰ γυναῖκες ἀνδρῶν ἡσυχαζόντων θρασυνοῦνταί τε καὶ ἐκκλησιάσουσι, καὶ τὰ δρώμενα τοῖς ἄρχουσιν ἐξετάσουσι, καὶ τῶν ἀνδρῶν στρατευομένων αὐταὶ οὐδὲ χρήματα ἐσοίσουσιν· ἐκέλευόν τε τοῖς ὑπηρέταις ἐξωθεῖν αὐτὰς ἀπὸ τοῦ βήματος, μέχρι βοῆς ἔξωθεν ἐκ τοῦ πλήθους γενομένης οἵ τε ὑπηρέται τὸ ἔργον ἐπέσχον καὶ οἱ ἄρχοντες ἔφασαν ἐς τὴν ὑστεραίαν ἀνατίθεσθαι. τῇ δʼ ὑστεραίᾳ τετρακοσίας μὲν ἀντὶ χιλίων καὶ τετρακοσίων προύγραφον ἀποτιμᾶσθαι τὰ ὄντα, τῶν δὲ ἀνδρῶν πάντα τὸν ἔχοντα πλείους δέκα μυριάδων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ ἀπελεύθερον καὶ ἱερέα καὶ πανταεθνῆ, μηδενὸς ἀφιεμένου, καὶ τούσδε μεθʼ ὁμοίου φόβου τῶν ἐπιτιμίων καὶ ὑπὸ μηνύμασιν ὁμοίοις, ἵνα πεντηκοστὴν μὲν τῶν ὄντων αὐτίκα δανείσαιεν αὑτοῖς, ἐνιαυτοῦ δὲ φόρον ἐς τὸν πόλεμον ἐσενέγκαιεν.
5.35 ἐκ μὲν δὴ τῶν προσταγμάτων τοιαῦτα Ῥωμαίους ἐπεῖχεν, ὁ δὲ στρατὸς σὺν καταφρονήσει χείρονα ἐποίουν. ὡς γὰρ τῶν ἀρχόντων ἐπὶ τοιοῖσδε ἔργοις ἐν σφίσι μόνον τὸ ἀσφαλὲς ἐχόντων, οἱ μὲν αὐτοὺς ᾐτοῦντο τῶν δεδημευμένων οἰκίαν ἢ ἀγρὸν ἢ ἔπαυλιν ἢ ὅλον κλῆρον, οἱ δʼ αὖ παῖδας ἀνδράσι θετοὺς γενέσθαι· οἱ δὲ ἀφʼ ἑαυτῶν ἕτερα ἔδρων, κτιννύντες τε τοὺς οὐ προγεγραμμένους καὶ οἰκίας οὐδὲν ὑπαιτίων διαφοροῦντες. ὥστε καὶ τοὺς ἄρχοντας προγράψαι τῶν ὑπάτων τὸν ἕτερον ἐπιστροφήν τινα ποιήσασθαι τῶν ὑπὲρ τὸ πρόσταγμα γιγνομένων. ὁ δὲ τῶν μὲν ὁπλιτῶν ἔδεισεν ἅψασθαι, μὴ σφᾶς ἐφʼ ἑαυτὸν παροξύνῃ, τῶν δὲ θεραπόντων τινάς, οἳ σχήματι στρατιωτῶν συνεξημάρτανον ἐκείνοις, λαβὼν ἐκρέμασε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme