Book 4
τοιαῦτα τῆς Ὁρτησίας λεγούσης, οἱ τρεῖς ἠγανάκτουν, εἰ γυναῖκες ἀνδρῶν ἡσυχαζόντων θρασυνοῦνταί τε καὶ ἐκκλησιάσουσι, καὶ τὰ δρώμενα τοῖς ἄρχουσιν ἐξετάσουσι, καὶ τῶν ἀνδρῶν στρατευομένων αὐταὶ οὐδὲ χρήματα ἐσοίσουσιν· ἐκέλευόν τε τοῖς ὑπηρέταις ἐξωθεῖν αὐτὰς ἀπὸ τοῦ βήματος, μέχρι βοῆς ἔξωθεν ἐκ τοῦ πλήθους γενομένης οἵ τε ὑπηρέται τὸ ἔργον ἐπέσχον καὶ οἱ ἄρχοντες ἔφασαν ἐς τὴν ὑστεραίαν ἀνατίθεσθαι. τῇ δʼ ὑστεραίᾳ τετρακοσίας μὲν ἀντὶ χιλίων καὶ τετρακοσίων προύγραφον ἀποτιμᾶσθαι τὰ ὄντα, τῶν δὲ ἀνδρῶν πάντα τὸν ἔχοντα πλείους δέκα μυριάδων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ ἀπελεύθερον καὶ ἱερέα καὶ πανταεθνῆ, μηδενὸς ἀφιεμένου, καὶ τούσδε μεθʼ ὁμοίου φόβου τῶν ἐπιτιμίων καὶ ὑπὸ μηνύμασιν ὁμοίοις, ἵνα πεντηκοστὴν μὲν τῶν ὄντων αὐτίκα δανείσαιεν αὑτοῖς, ἐνιαυτοῦ δὲ φόρον ἐς τὸν πόλεμον ἐσενέγκαιεν.
ἐκ μὲν δὴ τῶν προσταγμάτων τοιαῦτα Ῥωμαίους ἐπεῖχεν, ὁ δὲ στρατὸς σὺν καταφρονήσει χείρονα ἐποίουν. ὡς γὰρ τῶν ἀρχόντων ἐπὶ τοιοῖσδε ἔργοις ἐν σφίσι μόνον τὸ ἀσφαλὲς ἐχόντων, οἱ μὲν αὐτοὺς ᾐτοῦντο τῶν δεδημευμένων οἰκίαν ἢ ἀγρὸν ἢ ἔπαυλιν ἢ ὅλον κλῆρον, οἱ δʼ αὖ παῖδας ἀνδράσι θετοὺς γενέσθαι· οἱ δὲ ἀφʼ ἑαυτῶν ἕτερα ἔδρων, κτιννύντες τε τοὺς οὐ προγεγραμμένους καὶ οἰκίας οὐδὲν ὑπαιτίων διαφοροῦντες. ὥστε καὶ τοὺς ἄρχοντας προγράψαι τῶν ὑπάτων τὸν ἕτερον ἐπιστροφήν τινα ποιήσασθαι τῶν ὑπὲρ τὸ πρόσταγμα γιγνομένων. ὁ δὲ τῶν μὲν ὁπλιτῶν ἔδεισεν ἅψασθαι, μὴ σφᾶς ἐφʼ ἑαυτὸν παροξύνῃ, τῶν δὲ θεραπόντων τινάς, οἳ σχήματι στρατιωτῶν συνεξημάρτανον ἐκείνοις, λαβὼν ἐκρέμασε.
καὶ τὰ μὲν ἐς τέλος τῶν συμφορῶν τοῖς προγεγραμμένοις ἀπαντῶντα τοιάδε μάλιστα ἦν· ὅσα δὲ ἐκ παραλόγου τισὶν ἐγίγνετο ἔς τε τὴν σωτηρίαν αὐτίκα καὶ ἐς ἀξίωσιν ὕστερον, ἐμοί τε ἥδιον εἰπεῖν καὶ τοῖς ἀκούουσιν ὠφελιμώτερον ἐς μηδὲν ἀποκάμνοντας ἐλπίζειν περιέσεσθαι. αἱ μὲν οὖν φυγαὶ τοῖς δυναμένοις ἦσαν ἐς Κάσσιον ἢ Βροῦτον ἢ ἐς Λιβύην ἐπὶ Κορνιφίκιον, καὶ τόνδε τῆς δημοκρατίας μεταποιούμενον· ὁ δὲ πολὺς ἐς Σικελίαν ᾔει, γειτονεύουσαν τῆς Ἰταλίας, καὶ Πομπηίου σφᾶς προθύμως ὑποδεχομένου. λαμπροτάτην γὰρ δὴ σπουδὴν ἐς τοὺς ἀτυχοῦντας ὁ Πομπήιος ἐν καιρῷ τότε ἔδειξε, κήρυκάς τε περιπέμπων, οἳ πάντας ἐς αὐτὸν ἐκάλουν, καὶ τοῖς περισῴζουσιν αὐτοὺς ἐλευθέροις τε καὶ θεράπουσι προλέγων διπλάσια τῶν διδομένων τοῖς αἱροῦσι· λέμβοι τε αὐτοῦ καὶ στρογγύλα ὑπήντα τοῖς πλέουσι, καὶ τριήρεις τους αἰγιαλοὺς ἐπέπλεον, σημεῖά τε ἀνίσχουσαι τοῖς ἀλωμένοις, καὶ τὸν ἐντυγχάνοντα περισῳζουσαι. αὐτός τε τοῖς ἀφικνουμένοις ἀπήντα καὶ ἐσθῆτος αὐτίκα καὶ κατασκευῆς ἐμερίζετο· τοῖς δὲ ἀξίοις καὶ ἐς στρατηγίας ἢ ναυαρχίας ἐχρῆτο. σπονδῶν τέ οἱ πρὸς τοὺς τρεῖς γιγνομένων ὕστερον, οὐ συνέθετο, πρὶν καὶ τούσδε τοὺς εἰς αὐτὸν διαφυγόντας ἐς ταύτας περιλαβεῖν. ὁ μὲν δὴ χρησιμώτατος οὕτως ἀτυχούσῃ τῇ πατρίδι ἐγίγνετο, καὶ δόξαν ἐκ τοῦδε ἀγαθήν, ἴδιον ἐπὶ τῇ πατρῴᾳ καὶ οὐχ ἥσσονα τήνδε ἐκείνης, προσελάμβανεν· ἕτεροι δὲ ἑτέρως φυγόντες ἢ κρυπτόμενοι μέχρι τῶν σπονδῶν, οἱ μὲν ἐν χωρίοις ἢ τάφοις, οἱ δὲ ἐν αὐτῷ ἄστει, σὺν ἐπινοίαις οἰκτραῖς διεγένοντο. φιλανδρίαι τε παράδοξοι γυναικῶν ὤφθησαν καὶ παίδων ἐς πατέρας εὔνοιαι καὶ θεραπόντων ὑπὲρ φύσιν ἐς δεσπότας. καὶ τῶνδε ὅσα παραδοξότατα, ἀναγράψω.
Παῦλος, ὁ ἀδελφὸς Λεπίδου, τῶν λοχαγῶν αὐτὸν ὡς ἀδελφὸν αὐτοκράτορος αἰδουμένων, ἐπὶ ἀδείας ἐξέπλευσεν ἐς Βροῦτον καὶ ἐς Μίλητον μετὰ Βροῦτον· ὅθεν οὐδὲ εἰρήνης ὕστερον γενομένης καλούμενος ἐπανελθεῖν ἠξίωσε. Λεύκιον δέ, τὸν Ἀντωνίου θεῖον, ἡ Ἀντωνίου μήτηρ ἀδελφὸν ὄντα εἶχεν οὐδʼ ἐπικρύπτουσα, αἰδουμένων ἐς πολὺ καὶ τήνδε τῶν λοχαγῶν ὡς μητέρα αὐτοκράτορος. βιαζομένων δʼ ὕστερον ἐξέθορεν ἐς τὴν ἀγορὰν καὶ προκαθημένῳ τῷ Ἀντωνίῳ μετὰ τῶν συνάρχων ἔφη· ἐμαυτήν, ὦ αὐτοκράτορ, μηνύω σοι Λεύκιον ὑποδεδέχθαι τε καὶ ἔχειν ἔτι καὶ ἕξειν, ἕως ἂν ἡμᾶς ὁμοῦ κατακάνῃς· τὰ γὰρ ὅμοια καὶ τοῖς ὑποδεδεγμένοις ἐπικεκήρυκται. ὁ δὲ αὐτὴν ἐπιμεμψάμενος ὡς ἀδελφὴν μὲν ἀγαθήν, μητέρα δὲ οὐκ εὐγνώμονα ʽοὐ γὰρ νῦν χρῆναι περισῴζειν Λεύκιον, ἀλλὰ κωλύειν. ὅτε σου τὸν υἱὸν εἶναι πολέμιον ἐψηφίζετὀ, παρεσκεύασεν ὅμως Πλάγκον ὑπατεύοντα κάθοδον τῷ Λευκίῳ ψηφίσασθαι.
Μεσσάλας δὲ ἐπιφανὴς καὶ νέος ἐς Βροῦτον ἔφυγε, καὶ αὐτοῦ δείσαντες οἱ τρεῖς τὸ φρόνημα προύγραψαν οὕτως· ἐπεὶ Μεσσάλαν ἀπέφηναν ἡμῖν οἱ προσήκοντες αὐτῷ μηδὲ ἐπιδημεῖν, ὅτε Γάιος Καῖσαρ ἀνῃρεῖτο, ἐξῃρήσθω τῶν προγραφέντων ὁ Μεσσάλας. ὁ δὲ τὴν μὲν συγγνώμην οὐκ ἐδέξατο, Βρούτου δὲ καὶ Κασσίου περὶ Θρᾴκην πεσόντων καὶ τοῦ στρατοῦ πολλοῦ τε ἔτι ὄντος καὶ ναῦς καὶ χρήματα καὶ ἐλπίδας ἔχοντος οὐκ ἀσθενεῖς, ἄρχειν σφῶν τὸν Μεσσάλαν αἱρουμένων οὐκ ἀνασχόμενος, ἔπεισεν αὐτοὺς ἐνδόντας ἐπιβαρούσῃ τῇ τύχῃ μεταστρατεύσασθαι τοῖς ἀμφὶ τὸν Ἀντώνιον. οἰκειότερος δὲ ὢν Ἀντωνίῳ συνῆν, μέχρι κρατούσης Ἀντωνίου Κλεοπάτρας ἐπιμεμψάμενος ἐς Καίσαρα μετῆλθεν. ὁ δὲ αὐτὸν ὕπατόν τε ἀπέφηνεν ἀντὶ αὐτοῦ Ἀντωνίου, ἀποχειροτονηθέντος, ὅτε αὖθις ἐψηφίζετο εἶναι πολέμιος, καὶ περὶ Ἄκτιον ναυαρχήσαντα κατὰ τοῦ Ἀντωνίου στρατηγὸν ἔπεμψεν ἐπὶ Κελτοὺς ἀφισταμένους καὶ νικήσαντι ἔδωκε θριαμβεῦσαι.
Βύβλος δὲ ἐσπείσατο ἅμα τῷ Μεσσάλᾳ καὶ ἐναυάρχησεν Ἀντωνίῳ διαλλαγάς τε πολλάκις Ἀντωνίῳ καὶ Καίσαρι ἐς ἀλλήλους ἐπόρθμευσε καὶ στρατηγὸς ἀπεδείχθη Συρίας ὑπὸ Ἀντωνίου καὶ στρατηγῶν ἔτι αὐτῆς ἀπέθανεν.
Ἀκίλιος δὲ ἔφευγε μὲν τῆς πόλεως λαθών, οἰκέτου δʼ αὐτὸν ἐμφήναντος ὁπλίταις, τοὺς ὁπλίτας ἔπεισεν ἐλπίδι χρημάτων πλεόνων πέμψαι τινὰς ἀπὸ σφῶν πρὸς τὴν γυναῖκα μετὰ συμβόλων ὧν αὐτὸς ἐδίδου. ἡ δὲ τοῖς ἐλθοῦσιν τὸν κόσμον αὑτῆς ἅπαντα προθεῖσα ἔφη διδόναι μὲν ὡς ἀντιδώσουσιν, ἃ ὑπέσχοντο, οὐκ εἰδέναι δέ, εἰ ἀντιδώσουσιν. οὐ μὴν ἐψεύσθη τῆς φιλανδρίας· οἱ γὰρ ὁπλῖται καὶ ναῦν ἐμίσθωσαν τῷ Ἀκιλίῳ καὶ προύπεμψαν ἐς Σικελίαν. Λέντλος δέ, ἀξιούσης αὐτῷ συμφεύγειν τῆς γυναικὸς καὶ ἐς τοῦτο αὐτὸν ἐπιτηρούσης, οὐκ ἐθέλων αὐτὴν συγκινδυνεύειν ἑαυτῷ, λαθὼν ἔφυγεν ἐς Σικελίαν, στρατηγὸς δὲ ἀποδειχθεὶς ὑπὸ Πομπηίου ἐσήμηνεν, ὅτι σῴζοιτο καὶ στρατηγοίη. ἡ δʼ, ὅποι γῆς ἐστιν ὁ ἀνήρ, ἐπιγνοῦσα τὴν μητέρα φυλάσσουσαν ἐξέφυγε καὶ ἥδε σὺν θεράπουσι δύο· μεθʼ ὧν ὥδευεν ἐπιμόχθως καὶ εὐτελῶς οἷα θεράπαινα, μέχρι διέπλευσεν ἐς Μεσσήνην ἀπὸ Ῥηγίου περὶ ἑσπέραν. καὶ οὐ δυσχερῶς τὴν στρατηγίδα σκηνὴν μαθοῦσα, εὗρε τὸν Λέντλον οὐχ οἷα στρατηγόν, ἀλλʼ ἐν χαμευνίῳ καὶ κόμῃ καὶ διαίτῃ πονηρᾷ πόθῳ τῆς γυναικός.
Ἀπουληίῳ δὲ ἠπείλησεν ἡ γυνὴ καταμηνύσειν αὐτόν, εἰ μόνος φεύγοι· καὶ ὁ μὲν ἄκων αὐτὴν ἐπήγετο, συνήνεγκε δὲ ἐς τὴν φυγὴν αὐτῷ τὸ ἀνύποπτον, ἅμα γυναικὶ καὶ θεράπουσι καὶ θεραπαίναις ὁδεύοντι φανερῶς. Ἄντιον δὲ ἡ γυνὴ στρωματοδέσμῳ κατείλησε καὶ ἐπέθηκε τοῖς μισθοῦ φέρουσι καὶ διήνεγκεν ἀπὸ τῆς οἰκίας ἐπὶ θάλασσαν, ὅθεν ἔφυγεν ἐς Σικελίαν. Ῥηγῖνον δὲ ἡ γυνὴ νυκτὸς ἐς ὑπόνομον λυμάτων καθῆκεν, ἐς ὃν ἡμέρας οὐχ ὑποστάντων ἐμβῆναι τῶν ὁπλιτῶν διὰ δυσοδμίαν, νυκτὸς ἄλλης εἰς ἀνθρακέα ἐσκεύασε καὶ ὄνον ἄνθρακας φέροντα ἐλαύνειν ἔδωκεν· αὐτὴ δὲ ἐκ βραχέος διαστήματος ἡγεῖτο φορείῳ φερομένη. τῶν δὲ ἀμφὶ τὰς πύλας ὁπλιτῶν τινος τὸ φορεῖον ὑπονοήσαντός τε καὶ ἐρευνωμένου, δείσας ὁ Ῥηγῖνος ἐπέδραμε καὶ ὡς ὁδῷ χρώμενος ἠξίου τὸν ὁπλίτην φείδεσθαι γυναικῶν. ὁ δὲ αὐτὸν ὡς ἀνθρακέα μετʼ ὀργῆς ἀμειβόμενος ἐγνώρισεν ʽἐστράτευτο γὰρ ὑπʼ αὐτῷ ποτε ἐν Συρίᾀ καὶ ἄπιθι χαίρων, εἶπεν, αὐτοκράτορ· τοῦτο γάρ μοι προσήκει καὶ νῦν καλεῖν σε. Κοπώνιον δὲ τὸ γύναιον ᾔτησε παρὰ Ἀντωνίου, σώφρων μὲν οὖσα τέως, ἀτυχήματι δὲ τὸ ἀτύχημα ἰωμένη.
Γέταν δὲ ὁ υἱὸς ἐν εὐρυχώρῳ τῆς οἰκίας ἔδοξε καίειν ὡς ἀπαγξάμενον καὶ λαθὼν ἐν ἀγρῷ νεωνήτῳ κατέλιπεν, ἔνθα ὁ πρεσβύτης μεταμορφῶν ἑαυτὸν ἐπεδήσατο διφθέραν ἐς τὸν ἕτερον ὀφθαλμόν. καὶ τῶν σπονδῶν γενομένων ἔλυσε τὴν διφθέραν, καὶ ὁ ὀφθαλμὸς ὑπὸ τῆς ἀργίας δεδαπάνητο. Ὄππιον δὲ ὁ υἱός, ὑπὸ γήρως ἀσθενεστάτου μένειν ἐθέλοντα, ἔφερεν ἐπὶ τοῦ σώματος, ἕως ἐξήγαγέ τε διὰ τῶν πυλῶν καὶ τὸ λοιπὸν μέχρι Σικελίας ἄγων ἢ φέρων ἐκόμισεν, οὐδενὸς ἄρα τὸ σχῆμα ὑπονοήσαντος ἢ ἐνυβρίσαντος, οἷόν που καὶ τὸν Αἰνείαν γράφουσιν αἰδέσιμον τοῖς πολεμίοις γενέσθαι φέροντα τὸν πατέρα. καὶ τὸν νεανίαν ὁ δῆμος ἐπαινῶν ὕστερον ἀπέφηνεν ἀγορανόμον· δεδημευμένης δʼ αὐτῷ τῆς οὐσίας οὐκ ἔχοντι τῆς ἀρχῆς τὸ δαπάνημα οἵ τε χειροτέχναι τὰ ἐς τὴν ἀρχὴν ἀμισθὶ συνειργάσαντο, καὶ τῶν θεωμένων ἕκαστος ἐπὶ τὴν ὀρχήστραν ὅσον ἐβούλετο νόμισμα ἐρρίπτει, ἕως τὸν ἄνδρα κατεπλούτισαν. Ἀρριανοῦ δὲ καὶ ἐν τῇ στήλῃ κεκόλαπτο ἐκ διαθηκῶν· τὸν ἐνθάδε κείμενον υἱὸς οὐ προγραφεὶς προγραφέντα ἔκρυψέ τε καὶ συνέφυγε καὶ περιέσωσε.
Μετέλλω δὲ ἤστην υἱός τε καὶ πατήρ· καὶ αὐτοῖν ὁ μὲν πατὴρ στρατηγῶν Ἀντωνίῳ περὶ Ἄκτιον αἰχμάλωτος ἑάλω καὶ ἠγνοεῖτο, ὁ δὲ υἱὸς τῷ Καίσαρι συνεστρατεύετο καὶ ἐστρατηγήκει καὶ ὅδε περὶ τὸ Ἄκτιον. ἐν δὲ Σάμῳ διακρίνοντι τῷ Καίσαρι τοὺς αἰχμαλώτους ὁ μὲν παῖς συνήδρευεν, ὁ δὲ πρεσβύτης ἤγετο κόμης τε ἔμπλεως καὶ δύης καὶ ῥύπου καὶ τῆς ἐκ τῶνδε μεταμορφώσεως. ὡς δὲ ἐν τῇ τάξει τῶν αἰχμαλώτων ὑπὸ τοῦ κήρυκος ἀνεκλήθη, ἀνέθορεν ὁ υἱὸς ἐκ τοῦ συνεδρίου καὶ μόλις ἐπιγνοὺς τὸν πατέρα ἠσπάζετο σὺν οἰμωγῇ· ἐπισχὼν δέ ποτε τοῦ θρήνου πρὸς τὸν Καίσαρα ἔφη· οὗτος μέν σοι πολέμιος γέγονεν, ὦ Καῖσαρ, ἐγὼ δὲ σύμμαχος· καὶ χρὴ τοῦτον μέν σοι δοῦναι δίκην, ἐμὲ δὲ γέρας εὑρέσθαι. αἰτῶ δή σε τὸν πατέρα σῴζειν διʼ ἐμὲ ἢ διʼ ἐκεῖνον ἐμὲ συγκατακανεῖν. οἴκτου δὲ ἐξ ἁπάντων γενομένου μεθῆκε σῴζεσθαι τὸν Μέτελλον ὁ Καῖσαρ, καίτοι πολεμιώτατον αὐτῷ γενόμενον καὶ δωρεῶν πολλῶν, εἰ μεταθοῖτο πρὸς αὐτὸν ἀπʼ Ἀντωνίου, πολλάκις ὑπεριδόντα.
Μᾶρκον δὲ οἱ θεράποντες σὺν εὐνοίᾳ καὶ τύχῃ πάντα τὸν τῆς προγραφῆς χρόνον διεφύλαξαν ἔνδον ἐπὶ τῆς οἰκίας, μέχρι τῆς ἀδείας δοθείσης ὁ Μᾶρκος ἐξῄει τῆς οἰκίας ὡς ἀπὸ φυγῆς. Ἵρτιος δὲ σὺν τοῖς οἰκέταις ἐκφυγὼν τῆς πόλεως διώδευε τὴν Ἰταλίαν, ἐκλύων τε δεσμώτας καὶ συνάγων τοὺς ἀποδιδράσκοντας καὶ πολίχνια δῃῶν, ὀλίγα πρῶτον, εἶτα καὶ μείζω, μέχρι χειρὸς ἱκανῆς ἐκράτησε καὶ τὸ Βρεττίων ἔθνος ἐχειρώσατο καί, στρατοῦ πεμφθέντος ἐπʼ αὐτόν, ἐς Πομπήιον μεθʼ ὅσων εἶχε διέπλευσε.
Ῥεστίωνι δὲ οἰομένῳ μόνῳ φεύγειν οἰκέτης εἵπετο λανθάνων, ἀνάθρεπτος μὲν αὐτοῦ Ῥεστίωνος καὶ πολλὰ πρότερον εὖ παθών, διὰ δὲ μοχθηρίαν ὕστερον ἐστιγμένος. ἀναπαυομένῳ δὲ ἐν ἕλει τῷ Ῥεστίωνι ἐπιστὰς ὁ θεράπων ἐξέπληξε μὲν αὐτίκα ὀφθείς, δεδοικότι δὲ ἔφη οὐ τῶν παρόντων στιγμάτων αἰσθάνεσθαι μᾶλλον ἢ μνημονεύειν τῶν πρότερον εὐεργετημάτων. καὶ αὐτὸν εἴς τι σπήλαιον ἀναπαύσας εἰργάζετο καὶ τροφὰς αὐτῷ συνέλεγεν, ὡς ἐδύνατο. ὑπονοίας δέ τινος ἀμφὶ τὸ σπήλαιον τοῖς ἐγγὺς ὁπλίταις περὶ τοῦ Ῥεστίωνος γενομένης καὶ χωρούντων ἐπʼ αὐτόν, ὁ οἰκέτης εἵπετο συνεὶς καί τινα πρεσβύτην προοδεύοντα προδραμὼν ἀπέκτεινε καὶ τὴν κεφαλὴν ἀπέτεμεν. ἐκπλαγέντων δὲ τῶν ὁπλιτῶν καὶ ὡς ἀνδροφόνον ὁδοιπόρου περισχόντων, Ῥεστίωνα, ἔφη, ἔκτεινα, τὸν ἐμαυτοῦ δεσπότην, τάδε μοι τὰ στίγματα ἐγχαράξαντα. οἱ μὲν δὴ τὴν κεφαλὴν αὐτὸν ἀφελόμενοι διὰ τὸ γέρας, ἠπείγοντο μάτην ἐς τὸ ἄστυ, ὁ δὲ τὸν δεσπότην ἀναστήσας διέπλευσεν ἐς Σικελίαν.
Ἄππιον δὲ ἀναπαυόμενον ἐν ἐπαύλει, τῶν ὁπλιτῶν ἐπιθεόντων, οἰκέτης τὴν ἑαυτοῦ ἐσθῆτα ἐνέδυσε, καὶ αὐτὸς εἰς τὴν εὐνὴν οἷα δεσπότης ἀνακλιθεὶς ἑκὼν ἀπέθανεν ἀντὶ τοῦ δεσπότου, παρεστῶτος ὡς οἰκέτου. Μενηνίου δὲ τὴν οἰκίαν καταλαβόντων ὁπλιτῶν, θεράπων ἐς τὸ τοῦ δεσπότου φορεῖον ἐνέβη καὶ ὑπὸ τῶν ὁμοδούλων συνεργούντων ἐξεφέρετο, ἕως ὅδε μὲν ὡς Μενήνιος ἑκὼν ἀνῄρητο, Μενήνιος δὲ ἐς Σικελίαν διέφυγεν. Οὐίνιον δὲ ἀπελεύθερος αὐτοῦ Οὐινίου, Φιλήμων, οἰκίαν κεκτημένος λαμπράν, ἐν τῷ μεσαιτάτῳ τῆς οἰκίας ἔκρυψεν ἐν λάρνακι, ἃς ἀπὸ σιδήρου ἐς χρημάτων ἢ βιβλίων ἔχουσι φυλακήν· καὶ νυκτὸς ἔτρεφε μέχρι τῶν σπονδῶν. ἕτερος δὲ ἀπελεύθερος, τάφον δεσπότου φυλάσσων, τὸν δεσπόσυνον προγραφέντα ἐφύλασσεν ἐν τῷ τάφῳ μετὰ τοῦ πατρός.
Λουκρήτιος ἀλώμενος σὺν δυσὶ θεράπουσιν ἀγαθοῖς ὑπὸ ἀπορίας τῶν τροφῶν ᾔει πρὸς τὴν γυναῖκα, φορείῳ φερόμενος ὑπὸ τῶν οἰκετῶν οἷά τις ἄρρωστος, ἐς τὴν πόλιν. ἑνὸς δὲ τῶν φερόντων τὸ σκέλος συντρίβεντος τῷ ἑτέρῳ τὴν χεῖρα ἐπιθεὶς ᾔει. παρὰ δὲ ταῖς πύλαις γενόμενος, ἔνθα αὐτοῦ καὶ ὁ πατὴρ ὑπὸ Σύλλα προγραφεὶς ἑαλώκει, εἶδε λόχον ὁπλιτῶν ἐκτρέχοντα καὶ πρὸς τὸ συγκύρημα τοῦ τόπου καταπλαγεὶς συνεκρύφθη μετὰ τοῦ θεράποντος ἐν τάφῳ. τυμβωρύχων δὲ τοὺς τάφους ἐρευνωμένων, ὁ θεράπων ἑαυτὸν τοῖς τυμβωρύχοις παρέσχε περιδύειν, μέχρι Λουκρήτιον ἐπὶ τὰς πύλας διαφυγεῖν. ἐκεῖ δὲ αὐτὸν ὁ Λουκρήτιος περιμείνας τε καὶ τῆς ἑαυτοῦ μερισάμενος ἐσθῆτος, ἧκε πρὸς τὴν γυναῖκα καὶ ὑπʼ αὐτῆς ἐκρύπτετο ἐπὶ διπλῆς ὀροφῆς μεταξύ, μέχρι τινὲς αὐτὸν ἐρρύσαντο παρὰ τῶν προγραψάντων καὶ ὕστερον ἐπὶ εἰρήνης ὑπάτευσεν.
Σέργιος δὲ ἐκρύφθη παρʼ αὐτῷ Ἀντωνίῳ, μέχρι Πλάγκον ὑπατεύοντα ὁ Ἀντώνιος ἔπεισε κάθοδον αὐτῷ ψηφίσασθαι. καὶ ἐπὶ τῷδε ὁ Σέργιος ὕστερον, ἐν τῇ Καίσαρος καὶ Ἀντωνίου στάσει, τῆς βουλῆς ψηφιζομένης εἶναι πολέμιον τὸν Ἀντώνιον, μόνος τὴν ἀπολύουσαν ἔφερε φανερῶς.
καὶ οἵδε μὲν οὕτως ἐσῴζοντο, Πομπώνιος δὲ εἰς στρατηγοῦ σχῆμα κοσμήσας ἑαυτὸν καὶ τοὺς θεράποντας ἐς ὑπηρέτας σκευάσας τὴν πόλιν ὡς στρατηγὸς ὑπὸ ῥαβδούχοις διῆλθεν, ἐπιθλιβόντων αὐτὸν τῶν ὑπηρετῶν, ἵνα μὴ γνωσθείη πρὸς ἑτέρου, καὶ παρὰ ταῖς πύλαις ὀχημάτων τε δημοσίων ἐπέβη καὶ τὴν Ἰταλίαν διώδευεν, ἀποδεχομένων αὐτὸν καὶ παραπεμπόντων ἁπάντων οἷα στρατηγὸν ὑπὸ τῶν τριῶν ἀνδρῶν ἐπὶ σπονδὰς ἐς Πομπήιον ἀπεσταλμένον, μέχρι καὶ δημοσίᾳ τριήρει διέπλευσε πρὸς ἐκεῖνον.
Ἀπουλήιος δὲ καὶ Ἀρρούντιος ὑποκριθέντες εἶναι λοχαγοὶ καὶ τοὺς θεράποντας ἐς στρατιώτας σκευάσαντες, τὰς μὲν πύλας διέδραμον ὡς λοχαγοὶ διώκοντες ἑτέρους, τὴν δὲ λοιπὴν ὁδὸν διελόμενοι τοὺς δεσμώτας ἐξέλυον καὶ τοὺς ἀποδράντας συνέλεγον, μέχρι χειρὸς ἱκανῆς ἑκατέρῳ γενομένης σημεῖά τε ἦν ἤδη καὶ ὅπλα καὶ ὄψις στρατοῦ. χωρῶν δὲ ἑκάτερος αὐτῶν ἐπὶ θάλασσαν, ἀμφί τινι λόφῳ σταθμεύουσι, μεγάλῳ δέει καθορῶντες ἀλλήλους. ἅμα δὲ ἕῳ περινεύοντες ἐκ τοῦ λόφου ἔδοξαν ἀλλήλους ἑκάτερος στρατὸν ἐπὶ σφᾶς ἐπιπεμφθέντα εἶναι καὶ συμπλακέντες ἐμάχοντο, μέχρι ποτὲ ἔγνωσαν καὶ τὰ ὅπλα ἀπερρίπτουν καὶ ὠλοφύροντο καὶ τὴν τύχην ὡς ἐπιβαροῦσάν σφισιν ἐς ἅπαντα ἐπεμέμφοντο. διαπλεύσαντες δὲ ὁ μὲν ἐς Βροῦτον, ὁ δʼ ἐς Πομπήιον, ὁ μὲν τῷ Πομπηίῳ συγκατῆλθεν, ὁ δὲ ἐστρατήγησε τῷ Βρούτῳ Βιθυνίας καὶ Βρούτου πεσόντος Ἀντωνίῳ παραδοὺς Βιθυνίαν κατήχθη. Οὐεντίδιον δὲ ἀπελεύθερος εὐθὺς μὲν προγραφέντα κατέδησεν ὡς παραδώσων τοῖς σφαγεῦσι, νυκτὸς δὲ τοὺς θεράποντας ἔπεισε καὶ ἐσκεύασεν ὡς ὁπλίτας καὶ τὸν δεσπότην ὡς λοχαγὸν ἐξήγαγε· τήν τε ἄλλην Ἰταλίαν μέχρι Σικελίας διώδευσαν καὶ συγκατέλυσαν πολλάκις ἑτέροις λοχαγοῖς ζητοῦσιν Οὐεντίδιον.
ἕτερον ἐν τάφῳ κρύπτων ἀπελεύθερος, οὐ φέροντα φαντασίαν τάφου, μετήγαγεν ἐς φαῦλον οἴκημα μισθωτόν. στρατιώτου δʼ αὐτῷ παρακατοικισθέντος, οὐδὲ τοῦτον φέρων τὸν φόβον ἐς θαυμαστὴν τόλμαν ἐκ δειλίας μετέβαλε καὶ κειράμενος ἡγεῖτο ἐν αὐτῇ Ῥώμῃ διδασκαλείου μέχρι τῶν σπονδῶν. Οὐολούσιος δὲ ἀγορανομῶν προεγράφη καὶ φίλον ὀργιαστὴν τῆς Ἴσιδος ἔχων ᾔτησε τὴν στολὴν καὶ τὰς ὀθόνας ἐνέδυ τὰς ποδήρεις καὶ τὴν τοῦ κυνὸς κεφαλὴν ἐπέθετο καὶ διῆλθεν οὕτως ὀργιάζων αὐτῷ σχήματι ἐς Πομπήιον. Σίττιον δὲ Καληνοί, πολίτην σφῶν ὄντα καὶ πολλὰ ἐς αὐτοὺς ἐκ περιουσίας δαψιλοῦς ἀναλώσαντα, ἐφύλασσον, σιδηροφοροῦντές τε ὑπὲρ αὐτοῦ καὶ τοῖς οἰκέταις ἀπειλοῦντες καὶ τοὺς στρατιώτας ἀπερύκοντες ἀπὸ τῶν τειχῶν, μέχρι μαραινομένου τοῦ κακοῦ καὶ ἐς τοὺς τρεῖς ἐπρέσβευσαν ὑπὲρ αὐτοῦ καὶ ἔτυχον Σίττιον τῆς ἄλλης Ἰταλίας εἰργόμενον ἐν τῇ πατρίδι μένειν. Σίττιος μὲν δὴ πρῶτος ἢ μόνος ἀνδρῶν ὅδε τῆς ξένης ἐφυγαδεύετο ἐν τῇ πατρίδι, Οὐάρρων δὲ ἦν φιλόσοφός τε καὶ ἱστορίας συγγραφεύς, ἐστρατευμένος τε καλῶς καὶ ἐστρατηγηκώς, καὶ ἴσως διὰ ταῦτα ὡς ἐχθρὸς μοναρχίας προυγράφη. φιλοτιμουμένων δὲ αὐτὸν ὑποδέξασθαι τῶν γνωρίμων καὶ διεριζόντων ἐς ἀλλήλους, Καληνὸς ἐξενίκησε καὶ εἶχεν ἐν ἐπαύλει, ἔνθα Ἀντώνιος, ὅτε διοδεύοι, κατήγετο· καὶ τὸν Οὐάρρωνα οὐδεὶς ἔνδον ὄντα ἐνέφηνε θεράπων, οὔτε αὐτοῦ Οὐάρρωνος οὔτε Καληνοῦ.
Οὐεργίνιος δέ, ἀνὴρ ἡδὺς εἰπεῖν, τοὺς οἰκέτας ἐδίδασκεν, ὅτι κτείναντες μὲν αὑτὸν διʼ ὀλίγα χρήματα οὐκ ἀσφαλῆ μύσους τε πίμπλανται καὶ φόβων ἐς ὕστερον μεγάλων, περισώσαντες δὲ δόξης τε εὐσεβοῦς καὶ ἐλπίδων ἀγαθῶν καὶ χρημάτων ὕστερον πολὺ πλεόνων τε καὶ ἀσφαλεστέρων. οἱ μὲν δὴ συνέφευγον ὡς ὁμοδούλῳ καὶ γνωρισθέντος αὐτοῦ παρὰ τὴν ὁδὸν πρὸς τοὺς ὁπλίτας ἀπεμάχοντο· ὁ δὲ ληφθεὶς ὑπὸ τῶν ὁπλιτῶν ἐδίδασκε κἀκείνους, ὅτι κατὰ μὲν ἔχθραν αὑτὸν οὐκ ἀνελοῦσιν, ἀλλὰ χρημάτων οὕνεκα μόνων, χρήματα δὲ αὐτοῖς εἴη δικαιότερα καὶ πλέονα λαβεῖν ἐπὶ θάλασσαν ἐλθοῦσιν, ἔνθα μοι τὸ γύναιον, ἔφη, ναῦν φέρουσα χρημάτων συνετάξατο. καὶ αὐτῷ καὶ οἵδε πεισθέντες κατῄεσαν ἐπὶ τὴν θάλασσαν· ἡ γυνὴ δὲ ἀφῖκτο μὲν ἐπὶ τὴν ἠιόνα κατὰ τὸ συγκείμενον, βραδύνοντος δὲ τοῦ Οὐεργινίου, νομίσασα αὐτὸν ἐς Πομπήιον προπεπλευκέναι ἀνήγετο, θεράποντα ὅμως ἐπὶ τῆς ἠιόνος ἐξαγγέλλειν ὑπολιποῦσα. καὶ ὁ θεράπων τὸν Οὐεργίνιον ἰδὼν ἀνέθορέ τε ὡς ἐς δεσπότην καὶ τὴν ναῦν ἐδείκνυεν ὡς ὁρωμένην καὶ τὴν γυναῖκα ἔφραζε καὶ τὰ χρήματα καὶ αὐτὸς ἐφʼ ὅτῳ κατελείφθη. οἱ δὲ ἐπίστευον ἅπασιν ἤδη, καὶ τὸν Οὐεργίνιον ἀξιοῦντα σφᾶς περιμένειν, ἔστε μετακληθείη τὸ γύναιον, ἢ συνελθεῖν οἱ πρὸς αὐτὴν ἐπὶ τὰ χρήματα, ἐσβάντες ἐς σκάφος παρέπεμπον ἐς Σικελίαν, ἐρέσσοντες φιλοπόνως· ἐκεῖ δὲ ἔτυχόν τε τῶν ἐπαγγελιῶν καὶ οὐκ ἀπέστησαν ἔτι θεραπεύοντες αὐτὸν μέχρι τῶν σπονδῶν.
Ῥέβιλον δὲ ναύκληρος ἐς τὴν ναῦν ὑποδεξάμενος ὡς διοίσων ἐς Σικελίαν ᾔτει χρήματα, μηνύσειν ἀπειλῶν, εἰ μὴ λάβοι. ὁ δέ, οἷόν τι καὶ Θεμιστοκλῆς φεύγων ἐποίησεν, ἀντηπείλει μηνύσειν, ὅτι αὑτὸν ἐπὶ χρήμασιν ἄγοι, μέχρι δείσας ὁ ναύκληρος διέσωσεν ἐς Πομπήιον.
Μᾶρκος δὲ Βρούτῳ στρατηγῶν προεγέγραπτο μὲν καὶ ὅδε διὰ τόδε, ἡττωμένου δὲ τοῦ Βρούτου συλλαμβανόμενος ὑπεκρίνατο εἶναι θεράπων, καὶ αὐτὸν ὠνήσατο Βαρβούλας. δεξιὸν δὲ ὁρῶν ἐπέστησε τοῖς ὁμοδούλοις καὶ χρήματα διοικεῖν ἔδωκεν· δεινὸν δὲ ἐν ἅπασι καὶ συνετὸν ὄντα ὑπὲρ θεράποντος φύσιν ὑπενόει καὶ ἐπήλπιζεν, εἰ τῶν προγεγραμμένων τις εἴη, περισώσειν ὁμολογήσαντα. ἀπομαχόμενον δὲ ἰσχυρῶς καὶ γένος ἀναπλάσσοντα καὶ ὄνομα καὶ προτέρους δεσπότας ἐς Ῥώμην ἐπήγετο, ἐλπίσας ὀκνήσειν ἐς Ῥώμην ἀφικέσθαι προγεγραμμένον. ὁ δὲ εἵπετο καὶ ὥς. περὶ δὲ τὰς πύλας τῶν ὑπαντώντων τις φίλων Βαρβούλα, θεασάμενος τὸν Μᾶρκον ὡς οἰκέτην αὐτῷ παρεστῶτα, κρύφα ἐμήνυσε τῷ Βαρβούλᾳ. ὁ δὲ ἐδεήθη Καίσαρος διʼ Ἀγρίππα, καὶ ἀφείθη τῆς προγραφῆς ὁ Μᾶρκος, καὶ φίλος ἐγίγνετο Καίσαρι καὶ μετʼ οὐ πολὺ καὶ στρατηγὸς ἦν ἐπὶ Ἀντωνίῳ περὶ Ἄκτιον. ἐστρατήγει δὲ καὶ Ἀντωνίῳ Βαρβούλας, καὶ ἡ τύχη περιῆλθεν ἐς τὸ ὅμοιον ἀμφοτέροις· Βαρβούλας τε γὰρ ἡττηθέντος Ἀντωνίου λαμβανόμενος ὑπεκρίνατο οἰκέτης εἶναι, καὶ ὁ Μᾶρκος αὐτὸν ὡς ἀγνοῶν ὠνήσατο, ἐκθέμενος δὲ ἅπαντα τῷ Καίσαρι ᾔτησέ τε καὶ ἔτυχε τοῖς ὁμοίοις τὸν Βαρβούλαν ἀμείψασθαι.
τοῖσδε μὲν οὖν ἡ συντυχία τῶν ὁμοίων καὶ ἐς τὸ ἔπειτα παρέμεινεν· ἦρξαν γὰρ τὴν ἐπώνυμον ἀρχὴν ἐν ἄστει οἱ δύο ὁμοῦ. Βαλβίνῳ δέ, ἐκφυγόντι καὶ κατελθόντι σὺν Πομπηίῳ καὶ ὑπατεύοντι οὐ πολὺ ὕστερον, Λέπιδος ἰδιώτης ὑπὸ Καίσαρος ἐκ δυνάστου γενόμενος ὑπὸ τοιᾶσδε ἀνάγκης παρέστη. Μαικήνας ἐδίωκε τὸν Λεπίδου παῖδα βουλεύσεως ἐπὶ Καίσαρι, ἐδίωκε δὲ καὶ τὴν μητέρα τῷ παιδὶ συνεγνωκέναι· Λεπίδου γὰρ αὐτοῦ ἄρα ὡς ἀσθενοῦς ὑπερεώρα. τὸν μὲν δὴ παῖδα ὁ Μαικήνας ἐς Ἄκτιον ἔπεμπε τῷ Καίσαρι, τὴν δὲ μητέρα, ἵνα μὴ ἄγοιτο οὖσα γυνή, ἐγγύην ᾔτει παρὰ τῷ ὑπάτῳ πρὸς Καίσαρα ἀφίξεσθαι. οὐδενὸς δὲ τὴν ἐγγύην ὑφισταμένου, ὁ Λέπιδος ἀμφὶ τὰς Βαλβίνου θύρας ἐτρίβετο πολλάκις καὶ δικάζοντι παρίστατο καὶ διωθουμένων αὐτὸν ἐς πολὺ τῶν ὑπηρετῶν μόλις εἶπεν· ἐμοὶ μὲν καὶ οἱ κατήγοροι μαρτυροῦσιν ἐπιείκειαν, οὐδὲ γυναικί με ἢ παιδὶ συγγνῶναι λέγοντες· σὲ δὲ οὐκ ἐγὼ μὲν προέγραψα, κάτω δέ εἰμι τῶν προγραφέντων. ἀλλʼ ἐς τὴν ἀνθρώπειον τύχην ἀφορῶν καὶ ἐς ἐμὲ σοὶ παρεστῶτα, χάρισαί μοι τὴν γυναῖκα ἀπαντήσειν ἐς Καίσαρα ἐγγυωμένῳ ἢ μετʼ ἐκείνης ἀπελθεῖν δεομένῳ. ταῦτα ἔτι τοῦ Λεπίδου λέγοντος, οὐκ ἐνεγκὼν τὴν μεταβολὴν ὁ Βαλβῖνος ἀπέλυσε τῆς ἐγγύης τὴν γυναῖκα.
Κικέρων δὲ ὁ Κικέρωνος προαπέσταλτο μὲν ὑπὸ τοῦ πατρὸς ἐς τὴν Ἑλλάδα, τοιάδε ἔσεσθαι προσδοκῶντος· ἀπὸ δὲ τῆς Ἑλλάδος ἐς Βροῦτον καὶ μετὰ Βροῦτον ἀποθανόντα ἐς Πομπήιον ἐλθὼν τιμῆς παρʼ ἑκατέρῳ καὶ στρατηγίας ἠξιοῦτο. ἐπὶ δὲ ἐκείνοις αὐτὸν ὁ Καῖσαρ ἐς ἀπολογίαν τῆς Κικέρωνος ἐκδόσεως ἱερέα τε εὐθὺς ἀπέφηνε καὶ ὕπατον οὐ πολὺ ὕστερον καὶ Συρίας στρατηγόν· καὶ τὴν Ἀντωνίου περὶ Ἄκτιον συμφορὰν ἐπισταλεῖσαν ὑπὸ τοῦ Καίσαρος ὁ Κικέρων ὅδε ὑπατεύων ἀνέγνω τε τῷ δήμῳ καὶ προύθηκεν ἐπὶ τοῦ βήματος, ἔνθα πρότερον ἡ τοῦ πατρὸς αὐτοῦ προύκειτο κεφαλή. Ἄππιος δὲ διένειμε τοῖς θεράπουσιν τὰ ὄντα καὶ μετʼ αὐτῶν ἐς Σικελίαν ἔπλει. χειμῶνος δὲ ἐπιλαβόντος ἐπιβουλεύοντες οἱ θεράποντες τοῖς χρήμασιν ἐς σκάφος ἐνέθεντο τὸν Ἄππιον, ὡς ἐς ἀσφαλεστέραν ἐλπίδα μεταφέροντες. καὶ συνέβη τῷ μὲν ἐκ παραλόγου διαπλεῦσαι, τοῖς δὲ ἀπολέσθαι τῆς νεὼς διαλυθείσης. Πούπλιος δὲ ὁ ταμίας Βρούτου, τῶν ἀμφὶ τὸν Ἀντώνιον αὐτὸν πειθόντων προδοῦναι Βροῦτον οὐκ ἀνασχόμενος, διὰ τόδε καὶ προεγράφη. καὶ κατήχθη καὶ Καίσαρι φίλος ἐγίγνετο καὶ ἐπιόντι ποτὲ τῷ Καίσαρι προύθηκεν εἰκόνας Βρούτου καὶ ἐπῃνέθη καὶ ἐπὶ τῷδε ὑπὸ τοῦ Καίσαρος.
τὰ μὲν δὴ παρὰ δόξαν τισὶ τῶν προγραφέντων εἴς τε κίνδυνον καὶ σωτηρίαν γενόμενα, πολλὰ καὶ ἄλλα παραλιπόντι τοιάδε μάλιστα ἦν· γιγνομένων δὲ τούτων ἐν Ῥώμῃ, καὶ τὰ ὑπερόρια πάντα πολέμοις διὰ τήνδε τὴν στάσιν ἐδονεῖτο· καὶ τῶν πολέμων οἱ μείζους ἦσαν ἀμφί τε Λιβύην Κορνιφικίου πρὸς Σέξστιον καὶ ἐν Συρίᾳ Κασσίου πρὸς Δολοβέλλαν καὶ περὶ Σικελίαν Πομπηίου. πάθη τε πολλὰ συνηνέχθη πόλεσιν ἐκ δοριαλωσίας, ὑπεριδόντι δὲ τῶν ἐλασσόνων τὰ μέγιστα δὴ καὶ διʼ ἀξίωσιν τῶν ἄλλων περιφανέστατα Λαοδικεῦσι καὶ Ταρσεῦσι καὶ Ῥοδίοις καὶ Παταρεῦσι καὶ Ξανθίοις. καὶ αὐτῶν ἕκαστα, ὡς ἐν κεφαλαίῳ συναγαγόντι φράσαι, τοιάδε ἦν.
Λιβύης Ῥωμαῖοι τὴν μὲν ἔτι καλοῦσι παλαιάν, ὅσην Καρχηδονίους ἀφείλοντο· ἣν δὲ Ἰόβας εἶχεν, ὕστερόν τε ἔλαβον ἐπὶ Γαΐου Καίσαρος καὶ διὰ τοῦτο νέαν προσαγορεύουσι Λιβύην· εἴη δʼ ἂν τῆς Νομαδικῆς. Σέξστιος οὖν ὑπὸ Καίσαρι τῆς νέας ἡγούμενος ᾔτει Κορνιφίκιον ἐκστῆναί οἱ τῆς παλαιᾶς, ὡς Λιβύης ἁπάσης ἐν τῇ λήξει τῶν τριῶν ἀνδρῶν Καίσαρι νενεμημένης. ὁ δὲ οὔτε τὴν λῆξιν ἔφη γιγνώσκειν τῶν τριῶν ἐφʼ ἑαυτῶν πεποιημένων, οὔτε τὴν ἀρχὴν παρὰ τῆς βουλῆς λαβὼν ἄλλῳ μεθήσειν χωρὶς αὐτῆς· ἐκ μὲν δὴ τούτων ἀλλήλοις ἐπολέμουν, στρατὸν δὲ εἶχεν ὁ μὲν βαρύν τε καὶ πλείονα, ὁ δὲ Σέξστιος κουφότερόν τε καὶ ὀλιγώτερον, ᾧ δὴ καὶ τὰ μεσόγαια τοῦ Κορνιφικίου περιιὼν ἀφίστη καὶ Οὐεντίδιον, στρατηγὸν τοῦ Κορνιφικίου, μετὰ πλειόνων ἐπελθόντα ἀπεμάχετο πολιορκούμενος. ἐδῄου δὲ καὶ Λαίλιος, ἕτερος τοῦ Κορνιφικίου στρατηγός, τὴν Σεξστίου Λιβύην καὶ Κίρταν περικαθήμενος ἐπολιόρκει.
καὶ πάντες ἐπρέσβευον περὶ συμμαχίας ἔς τε Ἀραβίωνα βασιλέα καὶ τοὺς καλουμένους Σιττιανούς, οἳ ἀπὸ τοιᾶσδε συντυχίας οὕτως ὠνομάζοντο. Σίττιος ἐν Ῥώμῃ δίκην ἰδίαν οὐχ ὑποστὰς ἔφυγε καὶ στρατὸν ἀγείρας ἔκ τε αὐτῆς Ἰταλίας καὶ Ἰβηρίας ἐς Λιβύην διέπλευσε καὶ τοῖς Λιβύων βασιλεῦσι πολεμοῦσιν ἀλλήλοις ἀνὰ μέρος συνεμάχει. ἀεὶ δὲ οἷς προσθοῖτο νικώντων, ὁ Σίττιος ἐπὶ ὀνόματος ἐγίγνετο, καὶ ὁ στρατὸς αὐτῷ γεγύμναστο λαμπρῶς. Γαΐῳ τε Καίσαρι διώκοντι τοὺς Πομπηιανοὺς ἐν Λιβύῃ συνεμάχησε, καὶ Σαβόρραν, Ἰόβα στρατηγὸν διώνυμον, ἀνεῖλε καὶ γέρας τούτων ἔλαβε παρὰ Καίσαρος τὴν Μασανάσσου γῆν, οὐχ ἅπασαν, ἀλλὰ τὸ κράτιστον αὐτῆς. Μασανάσσης δʼ ἦν Ἀραβίωνος τοῦδε πατήρ, Ἰόβα σύμμαχος, καὶ αὐτοῦ τὴν χώραν ὁ Καῖσαρ τῷδε τῷ Σιττίῳ καὶ Βόκχῳ, Μαυρουσίων βασιλεῖ, δεδώρητο· καὶ τὸ μέρος ὁ Σίττιος τοῖς ὑπʼ αὐτὸν ἀνδράσιν ἐπιδιεῖλεν. Ἀραβίων δὲ τότε μὲν ἐς Ἰβηρίαν ἐξέφυγε πρὸς τοὺς παῖδας τοὺς Πομπηίου, Γαΐου δὲ Καίσαρος ἀναιρεθέντος ἐς Λιβύην ἐπανῆλθε, καὶ Λιβύων τινὰς ἀεὶ τῷ νεωτέρῳ Πομπηίῳ πέμπων ἐς Ἰβηρίαν καὶ γεγυμνασμένους ἀπολαμβάνων Βόκχον ἀφῄρητο τὴν. χώραν καὶ Σίττιον ἀνῃρήκει δόλῳ. εὔνους δὲ ὢν τοῖς Πομπηιανοῖς διὰ τάδε, κατεγίνωσκεν ἀεὶ τῆς μοίρας ὡς ἀτυχούσης ἀμειλίκτως καὶ Σεξστίῳ προσέθετο, εὐμενιζόμενος διʼ αὐτοῦ Καίσαρα. προσέθεντο δὲ καὶ οἱ Σιττιανοί, κατʼ εὔνοιαν οἵδε πατρῴαν τοῦ Καίσαρος.
θαρρήσας οὖν ὁ Σέξστιος ἐξῄει τῆς πολιορκίας ἐς μάχην καὶ πεσόντος τοῦ Οὐεντιδίου καὶ τοῦ στρατοῦ φεύγοντος ὑπʼ ἀναρχίας, εἵπετο κτείνων τε καὶ ζωγρῶν. καὶ τάδε μαθὼν ὁ Λαίλιος διέλυε τὴν τῆς Κίρτης πολιορκίαν καὶ ἐχώρει πρὸς τὸν Κορνιφίκιον. ὁ δὲ Σέξστιος ἐπαιρόμενος τοῖς γεγονόσιν ἐπʼ αὐτὸν ἤδη τὸν Κορνιφίκιον ἐς Ἰτύκην ᾔει καὶ ἀντεστρατοπέδευε μετὰ πλειόνων ὄντι. Λαίλιον δὲ τοῦ Κορνιφικίου μετὰ τῶν ἱππέων πέμψαντος ἔς τινα κατάσκεψιν, ὁ Σέξστιος Ἀραβίωνα ἔπεμψεν ἱππομαχεῖν τῷ Λαιλίῳ κατὰ μέτωπον καὶ αὐτὸς ᾔει μετὰ τῶν εὐζώνων ἐς τὰ πλάγια τῆς ἱππομαχίας καὶ ἐμβαλὼν ἐθορύβει, μέχρι τὸν Λαίλιον οὐχ ἡσσημένον πω δεῖσαι περὶ τῆς ἀναχωρήσεως, μὴ ἀποκλεισθείη, καὶ λόφον ἐν μέσῳ καταλαβεῖν, Ἀραβίωνα δὲ ἀρτώμενον αὐτοῦ κτεῖναί τε πολλοὺς καὶ τὸν λόφον περικυκλῶσαι. ὁρῶν δὲ ταῦτα ὁ Κορνιφίκιος ἐξῄει τῷ πλέονι στρατῷ, βοηθήσων τῷ Λαιλίῳ· καὶ τοῦδε μὲν ὁ Σέξστιος ὄπισθεν γενόμενος ἐξήπτετο συντρέχων, καὶ αὐτὸν ἐπιστρεφόμενος ὁ Κορνιφίκιος ἀπεμάχετο μάλα κακοπαθῶς.
ὁ δὲ Ἀραβίων ἐν τούτῳ πετροβάταις ἀνδράσιν ἀνέρπουσι διὰ κρημνῶν ἐς τὸ στρατόπεδον τοῦ Κορνιφικίου παρέδυ λαθών. καὶ Ῥώσκιος μὲν ὁ φύλαξ, τοῦ χάρακος ἁλισκομένου, τῶν ὑπασπιστῶν τινι τὴν σφαγὴν ὑπέσχε καὶ ἀνῃρέθη, ὁ δὲ Κορνιφίκιος τῇ μάχῃ κάμνων μετεπήδα πρὸς Λαίλιον ἐς τὸν κολωνόν, οὐκ εἰδώς πω περὶ τοῦ στρατοπέδου· μεταπηδῶντα δʼ αὐτὸν οἱ τοῦ Ἀραβίωνος ἱππέες ἐπιδραμόντες ἔκτειναν. καὶ γιγνόμενα ταῦτα ὁ Λαίλιος ἀπὸ τοῦ λόφου καθορῶν ἑαυτὸν διεχρήσατο. τῶν δʼ ἀρχόντων πεσόντων ὁ στρατὸς κατὰ μέρη διέφυγεν· καὶ ὅσοι τῶν προγεγραμμένων ἦσαν παρὰ τῷ Κορνιφικίῳ, οἱ μὲν ἐς Σικελίαν διέπλεον, οἱ δʼ ὅπῃ δύναιντο ἕκαστος. ὁ δὲ Σέξστιος Ἀραβίωνα μὲν καὶ τοὺς Σιττιανοὺς ἐδωρεῖτο πολλοῖς λαφύροις, τὰς δὲ πόλεις τῷ Καίσαρι καθίστατο, συγγινώσκων ἁπάσαις.
τοῦτο μὲν δὴ τέλος ἦν τῷ περὶ Λιβύην Σεξστίου καὶ Κορνιφικίου πολέμῳ, βραχεῖ διὰ ταχυεργίαν δόξαντι εἶναι· τὰ δʼ ἀμφὶ Κάσσιόν τε καὶ Βροῦτον, μικρὰ καὶ τῶν εἰρημένων ἀναλαβόντι ἐς ὑπόμνημα, ἦν τοιάδε. ἐπειδὴ Γάιος Καῖσαρ ἀνῄρητο, οἱ μὲν σφαγεῖς αὐτοῦ τὸ Καπιτώλιον κατέλαβον καὶ ψηφισθείσης αὐτοῖς ἀμνηστίας κατέβησαν. ὁ δὲ δῆμος ἐπὶ τῇ ἐκκομιδῇ τοῦ σώματος ἐν οἴκτῳ Καίσαρος γενόμενος ἐζήτει τοὺς φονέας περιθέων. οἱ δὲ τότε μὲν ἠμύνοντο αὐτοὺς ἀπὸ τῶν τεγῶν, εὐθὺς δὲ ἐξῄεσαν αὐτῶν, ὅσοι στρατηγεῖν ἐθνῶν ὑπὸ Καίσαρος αὐτοῦ κεχειροτόνηντο. Κάσσιος δὲ καὶ Βροῦτος ἐστρατήγουν μὲν ἔτι τῆς πόλεως, ᾕρηντο δὲ ἐπὶ τῇ στρατηγίᾳ καὶ οἵδε ὑπὸ Γαΐου Καίσαρος ἡγεῖσθαι Συρίας μὲν ὁ Κάσσιος, Μακεδονίας δὲ ὁ Βροῦτος. οὔτε δὲ ἄρχειν πω τῶν ἐθνῶν πρὸ τοῦ χρόνου δυνάμενοι οὔτε τὸν ἐν ἄστει φόβον ὑπομένοντες ἐξῄεσαν ἔτι στρατηγοῦντες· καὶ αὐτοῖς ἐς εὐπρέπειαν ἡ βουλὴ σίτου φροντίσαι προσέταξεν, ἵνα μὴ τὸ ἐν μέσῳ διάστημα φεύγειν νομίζοιντο. οἰχομένων δὲ αὐτῶν Συρία μὲν καὶ Μακεδονία εἰς τοὺς ὑπάτους Ἀντώνιόν τε καὶ Δολοβέλλαν μετεψηφίζετο, τῆς βουλῆς πάνυ δυσχεραινούσης, ἀντεδόθη δὲ ὅμως τοῖς ἀμφὶ τὸν Κάσσιον Κυρήνη τε καὶ Κρήτη· ὧν ὑπεριδόντες ὡς βραχυτέρων ἐκεῖνοι στρατὸν καὶ χρήματα ἤγειρον ὡς ἐς Συρίαν καὶ Μακεδονίαν ἐσβαλοῦντες.
καὶ οἱ μὲν ἦσαν ἐν τούτοις, Τρεβώνιον δὲ ἐν Ἀσίᾳ κτείναντος Δολοβέλλα καὶ Δέκμον Ἀντωνίου πολιορκοῦντος ἐν Κελτοῖς, χαλεπαίνουσα ἡ βουλὴ Δολοβέλλαν μὲν καὶ Ἀντώνιον ἐψηφίσαντο εἶναι πολεμίους, Βροῦτον δὲ καὶ Κάσσιον ἐς τὰς προτέρας ἡγεμονίας ἐπανήγαγον καὶ Βρούτῳ τὴν Ἰλλυρίδα προσέθεσαν τοῖς τε ἄλλοις πᾶσιν ἐκέλευσαν, ὅσοι Ῥωμαίοις ἡγεμονεύουσιν ἐθνῶν ἢ στρατοπέδων ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, ὑπακούειν, ἐς ὅ τι κελεύοι Κάσσιος ἢ Βροῦτος. ἐπὶ δὲ τούτοις Κάσσιος φθάνει Δολοβέλλαν ἐς τὴν Συρίαν ἐμβαλὼν καὶ σημεῖα τῆς ἡγεμονίας ἀνέσχε καὶ δυώδεκα τέλη στρατοῦ Γαΐῳ Καίσαρι ἐκ πολλοῦ στρατευόμενα καὶ γεγυμνασμένα προσέλαβεν ἀθρόως· οὗ τὸ μὲν ἓν αὐτῶν ὁ Καῖσαρ ἐν Συρίᾳ καταλελοίπει, τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος, τὴν δὲ ἐπιμέλειαν αὐτοῦ ἐπιτέτραπτο μὲν Καικίλιος Βάσσος, τὸ δὲ ἀξίωμα εἶχε νεανίας αὐτοῦ Καίσαρος συγγενής, Σέξστος Ἰούλιος. ἐκδιαιτώμενος δὲ ὁ Ἰούλιος τὸ τέλος ἐς τρυφὴν ἐπήγετο ἀσχημόνως καὶ ἐπιμεμφομένῳ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν ὕστερον, ἐπειδὴ βραδέως ὑπήκουεν, ἄγειν αὐτὸν ἐκέλευεν ἕλκοντας. θορύβου δὲ ἀσχήμονος καὶ πληγῶν ἐς τὸν Βάσσον γενομένων οὐκ ἐνεγκοῦσα τὴν ὄψιν ἡ στρατιὰ τὸν Ἰούλιον συνηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν ἀλλήλοις, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, διαγωνιεῖσθαι μέχρι θανάτου, τὸν Βάσσον ἐς ταῦτα συνηνάγκασαν. τέλος δὲ στρατεύσαντες ἕτερον, συνεγύμναζον ἄμφω καὶ Στάιον Μοῦρκον, ὑπὸ Καίσαρος αὐτοῖς σὺν τρισὶ τέλεσιν ἐπιπεμφθέντα, γενναίως ἀπεμάχοντο. Μούρκῳ δʼ ἧκεν ἐπίκουρος Μάρκιος Κρίσπος ἐκ Βιθυνίας μετὰ τριῶν τελῶν ἄλλων, καὶ τὸν Βάσσον ἐπολιόρκουν ὁμοῦ πάντες ἓξ τέλεσιν ἤδη.
Κάσσιος οὖν τήνδε τὴν πολιορκίαν σπουδῇ καταλαβὼν τόν τε τοῦ Βάσσου στρατὸν αὐτίκα παρελάμβανεν ἑκόντα καὶ ἐπʼ ἐκείνῳ τὰ Μούρκου τέλη καὶ Μαρκίου, κατά τε φιλίαν αὐτῷ παραδιδόντων καὶ κατὰ τὸ δόγμα τῆς βουλῆς ἐς πάντα ὑπακουόντων. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἀπὸ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων· καὶ αὐτὸν ὁ Κάσσιος ἐν τῇ Παλαιστίνῃ, τῶν ὄντων οὐ προπεπυσμένον, ἄφνω περιέλαβέ τε καὶ ἠνάγκασε προσθέσθαι οἱ καὶ παραδοῦναι τὸν στρατόν, δείσαντα τέσσαρσι τέλεσι μάχεσθαι πρὸς ὀκτώ. οὕτω μὲν ὁ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀρίστων ἀθρόως ἐκράτει. καὶ αὐτῷ τινες καὶ Παρθυαίων ἱπποτοξόται συνεμάχουν, δόξαν ἔχοντι παρὰ τοῖς Παρθυαίοις, ἐξ οὗ Κράσσῳ ταμιεύων ἐμφρονέστερος ἔδοξε τοῦ Κράσσου γενέσθαι.
Δολοβέλλας δὲ διέτριψε μὲν περὶ τὴν Ἰωνίαν, κτείνων Τρεβώνιον καὶ ταῖς πόλεσιν ἐπιβάλλων ἐσφορὰς καὶ ναυτικὸν ἀγείρων ἐπὶ μισθῷ διὰ Λευκίου Φίγλου παρά τε Ῥοδίων καὶ Λυκίων καὶ Παμφύλων καὶ ἐκ Κιλικίας· ὡς δέ οἱ τάδε ἕτοιμα ἦν· ἐπῄει τῇ Συρίᾳ, κατὰ μὲν τὴν γῆν αὐτὸς μετὰ δύο τελῶν, διὰ δὲ τῆς θαλάσσης ὁ Φίγλος. πυθόμενος δὲ τῆς Κασσίου στρατιᾶς ἐς Λαοδίκειαν οἰκείως ἔχουσάν οἱ παρῆλθεν, ἐπί τε χερρονήσου συνῳκισμένην καὶ τὰ ἐκ τῆς γῆς ὠχυρωμένην καὶ ἐς τὸ πέλαγος ἔχουσαν ὅρμον, ὅθεν ἔμελλεν εὐπορήσειν τε ἀγορᾶς ἀπὸ θαλάσσης καὶ ἀδεῶς, ὅτε βούλοιτο, ἀποπλευσεῖσθαι. ὧν αἰσθανόμενος ὁ Κάσσιος καὶ δεδιώς, μὴ αὑτὸν ὁ Δολοβέλλας διαφύγοι, τόν τε ἴσθμὸν ἔχου διστάδιον ὄντα, λίθους καὶ πᾶσαν ὕλην ἐξ ἐπαύλεων καὶ προαστείων καὶ τάφων συμφέρων, καὶ ἐπὶ ναῦς περιέπεμπεν ἔς τε Φοινίκην καὶ Λυκίαν καὶ Ῥόδον.
Ὑπερορώμενος δὲ ὑπὸ τῶν ἄλλων πλὴν Σιδωνίων ἐπανήχθη τῷ Δολοβέλλᾳ, καὶ κατέδυσαν μὲν ἑκατέρου νῆες ἱκαναί, πέντε δὲ αὐτοῖς ἀνδράσιν εἷλεν Δολοβέλλας. καὶ ὁ Κάσσιος αὖθις ἔπεμπεν ἐς τοὺς ὑπεριδόντας αὐτοῦ καὶ ἐς Κλεοπάτραν, τὴν Αἰγύπτου βασιλίδα, καὶ ἐς Σεραπίωνα, τὸν ἐν Κύπρῳ τῇ Κλεοπάτρᾳ στρατηγοῦντα. Τύριοι μὲν δὴ καὶ Ἀράδιοι καὶ Σεραπίων, οὐδὲν τῆς Κλεοπάτρας προμαθών, ἔπεμψαν αὐτῷ ναῦς, ὅσας εἶχον· ἡ βασιλὶς δὲ Κασσίῳ μὲν προύφερε λιμὸν ὁμοῦ καὶ λοιμὸν ἐνοχλοῦντα τότε Αἰγύπτῳ, διὰ δὲ οἰκειότητα τοῦ προτέρου Καίσαρος συνέπρασσε τῷ Δολοβέλλᾳ. καὶ ἀπὸ τῆσδε τῆς γνώμης αὐτῷ καὶ τὰ τέσσαρα τέλη προπεπόμφει διʼ Ἀλλιηνοῦ καὶ στόλον ἄλλον ἕτοιμον εἶχεν ἐπαμύνειν, ἄνεμοι δὲ ἐπεῖχον. Ῥόδιοι δὲ καὶ Λύκιοι οὔτε Κασσίῳ οὔτε Βρούτῳ συμμαχήσειν ἔφασκον ἐς ἐμφύλια, ἐπεὶ καὶ Δολοβέλλᾳ δοῦναι ναῦς προπομπούς, καὶ οὐκ εἰδέναι συμμαχούσας.
ἑτοιμασάμενος οὖν ὁ Κάσσιος αὖθις ἐκ τῶν παρόντων ἐπανήγετο δὶς τῷ Δολοβέλλᾳ· καὶ τὸ μὲν πρῶτον ἀγχώμαλοι διεκρίθησαν ἀπʼ ἀλλήλων, τῇ δὲ ἑξῆς ναυμαχίᾳ ἡσσᾶτο ὁ Δολοβέλλας, καὶ ὁ Κάσσιος αἰρομένου τοῦ χώματος ἔκοπτεν αὐτοῦ τὸ τεῖχος ἤδη καὶ ἐσάλευεν. τόν τε νυκτοφύλακα αὐτοῦ Μάρσον οὐ δυνηθεὶς διαφθεῖραι διέφθειρε τοὺς ἡμεροφυλακοῦντας αὐτῷ λοχαγοὺς καὶ ἀναπαυομένου τοῦ Μάρσου μεθʼ ἡμέραν ἐσῆλθεν, ὑπανοιχθεισῶν αὐτῷ πυλίδων κατὰ μέρη πολλῶν. ἁλούσης δὲ τῆς πόλεως ὁ μὲν Δολοβέλλας προύτεινε τὴν κεφαλὴν τῷ σωματοφύλακι αὑτοῦ καὶ τεμόντα προσέταξε φέρειν Κασσίῳ σῶστρον ἴδιον· ὁ δὲ τεμὼν ἐπικατέσφαξεν ἑαυτόν, διεχρήσατο δὲ καὶ Μάρσος ἑαυτόν. ὁ δὲ Κάσσιος τὴν μὲν τοῦ Δολοβέλλα στρατιὰν ἐς ἑαυτὸν μεθώρκου, Λαοδικέων δὲ τά τε ἱερὰ καὶ τὰ κοινὰ ἐσύλα καὶ τοὺς ἐπιφανεῖς ἐκόλαζε καὶ τοὺς λοιποὺς ἐσφοραῖς βαρυτάταις ἐξέτρυχε, μέχρι τὴν πόλιν περιήνεγκεν ἐς ἔσχατον κακοῦ.
μετὰ δὲ Λαοδίκειαν ἐπʼ Αἴγυπτον ὥρμα, πυνθανόμενος μὲν Κλεοπάτραν βαρεῖ στόλῳ διαπλευσεῖσθαι πρός τε Καίσαρα καὶ πρὸς Ἀντώνιον, ἐπινοῶν δὲ κωλῦσαί τε τὸν πλοῦν καὶ τίσασθαι τῆς γνώμης τὴν βασιλίδα καὶ πρὸ τῶνδε αὐτὴν Αἴγυπτον ἐνθυμιζόμενος μάλιστα ἐν καιρῷ, τετρυμένην τε ὑπὸ λιμοῦ καὶ ξενικὸν στρατὸν οὐ πολὺν ἔχουσαν, ἄρτι τῶν Ἀλλιηνοῦ στρατιωτῶν ἀποστάντων. οὕτω δὲ αὐτὸν ὁρμῆς καὶ ἐλπίδος ἔχοντα καὶ καιροῦ ὁ Βροῦτος ἐκάλει κατὰ σπουδήν, ὡς ἤδη Καίσαρος καὶ Ἀντωνίου τὸν Ἰόνιον περώντων. ἄκων μὲν δὴ Κάσσιος Αἴγυπτον ἐκ τῶν ἐλπίδων μεθίει καὶ τοὺς Παρθυαίων ἱπποτοξότας ἀπέπεμπε τιμήσας καὶ πρέσβεις πρὸς τὸν βασιλέα αὐτῶν ἔστελλε περὶ μείζονος συμμαχίας, ἣ μετὰ τὸ ἔργον ἀφικνουμένη Συρίαν τε καὶ πολλὰ τῶν ἐγγὺς ἐθνῶν μέχρι Ἰωνίας ἐπέδραμε καὶ ἀνεχώρησεν. αὐτὸς δὲ ὁ Κάσσιος τὸν μὲν ἀδελφιδοῦν ἐν Συρίᾳ μεθʼ ἑνὸς τέλους ἀπέλιπε, τοὺς δὲ ἱππέας προύπεμψεν ἐς Καππαδοκίαν, οἳ Ἀριοβαρζάνην τε ἄφνω κατέκανον ὡς ἐπιβουλεύοντα Κασσίῳ καὶ χρήματα πολλὰ τὰ ἐκείνου καὶ τὴν ἄλλην κατασκευὴν ἐς τὸν Κάσσιον ἐπανήγαγον.
Ταρσέων δʼ ἐς στάσιν διῃρημένων οἱ μὲν τὸν Κάσσιον ἐστεφανώκεσαν ἐλθόντα πρότερον, οἱ δὲ τὸν Δολοβέλλαν ἐπελθόντα· ἀμφότεροι δὲ τῷ τῆς πόλεως σχήματι ταῦτα ἔπρασσον. καὶ παραλλὰξ αὐτῶν προτιμώντων ἑκάτερον, ὡς εὐμεταβόλῳ πόλει χαλεπῶς ἐχρῶντο ἑκάτεροι· Κάσσιος δὲ νικήσας Δολοβέλλαν καὶ ἐσφορὰν ἐπέθηκεν αὐτοῖς χίλια καὶ πεντακόσια τάλαντα. οἱ δὲ ἀποροῦντές τε καὶ ὑπὸ στρατιωτῶν ἐπειγόντων ἀπαιτούμενοι σὺν ὕβρει, τά τε κοινὰ ἀπεδίδοντο πάντα καὶ τὰ ἱερὰ ἐπὶ τοῖς κοινοῖς, ὅσα εἶχον ἐς πομπὰς ἢ ἀναθήματα, ἔκοπτον. οὐδενὸς δὲ μέρους οὐδʼ ὣς ἀνυομένου, ἐπώλουν αἱ ἀρχαὶ τὰ ἐλεύθερα· καὶ πρῶτα μὲν ἦν παρθένοι τε καὶ παῖδες, ἐπὶ δὲ γυναῖκές τε καὶ γέροντες ἐλεεινοί, βραχυτάτου πάμπαν ὤνιοι, μετὰ δὲ οἱ νέοι. καὶ διεχρῶντο οἱ πλέονες ἑαυτούς, ἕως ὧδε ἔχοντας ὁ Κάσσιος ἐκ Συρίας ἐπανιὼν ᾤκτειρέ τε καὶ τοῦ λοιποῦ τῶν ἐσφορῶν ἀπέλυσε.
Τάρσος μὲν δὴ καὶ Λαοδίκεια τοιάδε ἐπεπόνθεσαν, Κάσσιος δὲ καὶ Βροῦτος συμβολήσαντες ἀλλήλοιν, Βρούτῳ μὲν ἐδόκει τὴν στρατιὰν ἁλίσαντε χωρεῖν ἐπὶ τὸ μεῖζον ἔργον ἐς Μακεδονίαν· τέλη τε γὰρ ἤδη τοῖς πολεμίοις ἐς τεσσαράκοντα εἶναι στρατοῦ καὶ αὐτῶν διεληλυθέναι τὸν Ἰόνιον ὀκτώ· Κασσίῳ δὲ ἐδόκει τῶν μὲν πολεμίων ἔτι περιορᾶν ὡς τριφθησομένων ἐν σφίσιν ἐξ ἀπορίας διὰ τὸ πλῆθος, Ῥοδίους δὲ καὶ Λυκίους ἐξελεῖν, εὔνους τε ὄντας ἐκείνοις καὶ ναυτικὸν ἔχοντας, ἵνα μὴ κατὰ νώτου σφίσι γίγνωνται παρὰ τὸ ἔργον. ἐπεὶ δὲ ἔδοξεν ὧδε, ἐχώρουν Βροῦτος μὲν ἐπὶ Λυκίους, Κάσσιος δὲ ἐπὶ Ῥοδίους, τεθραμμένος τε ἐν αὐτῇ καὶ πεπαιδευμένος τὰ Ἑλληνικά. ὡς δὲ κρατίστοις τὰ ναυτικὰ ἀνδράσι συνοισόμενος ἐς μάχην, τὰς ἰδίας ναῦς ἐπεσκεύαζε καὶ ἀνεπλήρου καὶ ἐγύμναζεν ἐν Μύνδῳ.
Ῥοδίων δὲ οἱ μὲν ἐν λόγῳ μᾶλλον ὄντες ἐδεδοίκεσαν Ῥωμαίοις μέλλοντες ἐς χεῖρας ἰέναι, ὁ δὲ λεὼς ἐμεγαλοφρονεῖτο, ἐπεί οἱ καὶ παλαιῶν ἔργων πρὸς οὐχ ὁμοίους ἄνδρας ἐμνημόνευον. ναῦς τε καθεῖλκον τὰς ἀρίστας σφῶν τρεῖς καὶ τριάκοντα. καὶ τάδε πράσσοντες ἔπεμπόν τινας ἐς Μύνδον ὅμως, οἳ τὸν Κάσσιον ἠξίουν μήτε Ῥόδου καταφρονεῖν, πόλεως ἀμυναμένης ἀεὶ τοὺς καταφρονήσαντας, μήτε συνθηκῶν, αἳ Ῥοδίοις εἰσὶ καὶ Ῥωμαίοις, ὅπλα μὴ φέρειν ἐπὶ ἀλλήλους· εἰ δέ τι περὶ συμμαχίας ἐπιμέμφοιτο, ἐθέλειν παρὰ τῆς Ῥωμαίων βουλῆς πυθέσθαι, καὶ κελευούσης ἔφασαν συμμαχήσειν.
οἱ μὲν δὴ τοιάδε μάλιστα ἔλεγον, ὁ δὲ τὰ μὲν ἄλλα τὸν πόλεμον ἀντὶ λόγων ἔφη κρινεῖν, τὰς δὲ συνθήκας κελεύειν ὅπλα μὴ φέρειν ἐπʼ ἀλλήλους, καὶ ἐπενηνοχέναι Ῥοδίους Κασσίῳ, Δολοβέλλᾳ συμμαχοῦντας, κελεύειν δὲ ἀλλήλοις συμμαχεῖν, Κασσίῳ δὲ δεομένῳ εἰρωνεύεσθαι τὰ περὶ τῆς Ῥωμαίων βουλῆς, φευγούσης καὶ ἁλωμένης ἐν τῷ παρόντι διὰ τοὺς ἐν ἄστει τυράννους, οἳ δώσουσι μὲν αὐτοὶ δίκας, δώσουσι δὲ καὶ Ῥόδιοι τὰ ἐκείνων προτιμῶντες, ἢν μὴ θᾶσσον ἀνέχωνται τῶν κελευομένων. ὧδε μὲν ὁ Κάσσιος αὐτοὺς ἠμείψατο, καὶ οἱ εὖ φρονοῦντες Ῥοδίων μᾶλλον ἐδεδοίκεσαν· τὸ δὲ πλῆθος ἐδημαγώγουν Ἀλέξανδρός τε καὶ Μνασέας ἀναμιμνήσκοντες, ὅτι καὶ Μιθριδάτης πλέοσι ναυσὶν ἐπιπλεύσειε τῇ Ῥόδῳ καὶ Δημήτριος ἔτι πρὸ τοῦ Μιθριδάτου.
οἱ μὲν δὴ τὸν Ἀλέξανδρον ἐκ τούτων εἵλοντο σφίσι πρυτανεύειν, ἥπερ ἐστὶν ἀρχὴ παρʼ αὐτοῖς μάλιστα αὐτοκράτωρ, καὶ ναυαρχεῖν Μνασέαν, ἔπεμπον δʼ ὅμως ἐς τὸν Κάσσιον ἔτι πρεσβευτὴν Ἀρχέλαον, ὃς ἐν Ῥόδῳ τὰ Ἑλληνικὰ διδάσκαλος γεγένητο τῷ Κασσίῳ, δεησόμενον ἤδη τόνδε τοῦ Κασσίου λιπαρέστερον· καὶ ἐδεῖτο, τῆς δεξιᾶς λαβόμενος, ὡς γνωρίμου.