Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

4.18 Ἀννᾶλιν ἕτερον στρατηγόν, τῷ παιδὶ μετιόντι ταμιείαν συμπεριθέοντα καὶ τοὺς ψηφιουμένους παρακαλοῦντα, οἵ τε συνόντες φίλοι καὶ οἱ τὰ σημεῖα τῆς ἀρχῆς φέροντες ἀπεδίδρασκον, πυθόμενοι προσγεγράφθαι τοῖς πίναξι τὸν Ἀννᾶλιν. ὁ δὲ ἐς πελάτην ἑαυτοῦ τινα φυγών, ᾧ βραχὺ καὶ εὐτελὲς ἦν τέγος ἐν προαστείῳ καὶ διὰ πάντα εὐκαταφρόνητον, ἐκρύπτετο ἀσφαλῶς, μέχρι τοὺς σφαγέας ὁ υἱὸς αὐτοῦ, τὴν φυγὴν ἐς τὸν πελάτην ὑποτοπήσας, ὡδήγησεν ὑπὸ τὸ τέγος, καὶ παρὰ τῶν τριῶν ἀνδρῶν τήν τε οὐσίαν ἔλαβε τοῦ πατρὸς καὶ ἐς ἀγορανομίαν ᾑρέθη. ἀναλύοντα δὲ αὐτὸν ἐκ μέθης στρατιῶταί τι προσκρούσαντες ἔκτειναν, οἳ καὶ τὸν πατέρα ἀνῃρήκεσαν.
4.18 Θουράνιος δὲ οὐ στρατηγῶν μὲν ἔτι, ἀλλʼ ἐστρατηγηκώς, πατὴρ δὲ νεανίου τὰ μὲν ἄλλα ἀκολάστου, δυναστεύοντος δὲ παρʼ Ἀντωνίῳ, τοὺς λοχαγοὺς ἠξίου τὴν σφαγὴν ἐπισχεῖν οἱ πρὸς ὀλίγον, ἔστε αὐτὸν ὁ υἱὸς αἰτήσαιτο παρʼ Ἀντωνίου. οἱ δʼ ἐπιγελάσαντες ᾔτησεν, εἶπον, ἀλλʼ ἐπὶ θάτερα. καὶ συνεὶς ὁ πρεσβύτης ἕτερον αὐτίκα βραχύτατον ᾔτει διάστημα, μέχρις οὗ τὴν θυγατέρα ἴδοι· ἰδὼν δὲ ἐκέλευε μὴ μετασχεῖν τῶν πατρῴων, μὴ κἀκείνην ὁ ἀδελφὸς αἰτήσαιτο παρὰ Ἀντωνίου. συνέβη δὲ καὶ τῷδε τὴν οὐσίαν ἐς αἰσχρὰ δαπανῆσαι καὶ κλοπῆς ἁλόντι φυγεῖν ἐκ καταδίκης.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme