Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

17.137 οὕτω μὲν δὴ Καίσαρί τε καὶ Ἀντωνίῳ διὰ τόλμης ἐπισφαλοῦς καὶ δυοῖν πεζομαχίαιν τηλικοῦτον ἔργον ἤνυστο, οἷον οὐχ ἕτερον ἐγένετο πρὸ ἐκείνου. οὔτε γὰρ στρατὸς τοσοῦτος ἢ τοιοῦτος ἐς χεῖρας πρότερον ἦλθε Ῥωμαίων ἑκατέρωθεν, οὐχ ὑπὸ συντάξει πολιτικῇ στρατευσαμένων, ἀλλὰ ἀριστίνδην ἐπειλεγμένων οὐδʼ ἀπειροπολέμων ἔτι, ἀλλʼ ἐκ πολλοῦ γεγυμνασμένων ἐπί τε σφᾶς καὶ οὐκ ἀλλόφυλα ἢ βάρβαρα ἔθνη τρεπομένων. ἀλλὰ καὶ γλώσσης μιᾶς ὄντες καὶ τέχνης πολέμων μιᾶς καὶ ἀσκήσεως καὶ καρτερίας ὁμοίας, δυσκαταγώνιστοι παρʼ αὐτὸ ἦσαν ἀλλήλοις. οὐδὲ ὁρμῇ καὶ τόλμῃ τοσῇδέ τινες ἐχρήσαντο ἐν πολέμῳ, πολῖταί τε ὄντες ἀλλήλων καὶ οἰκεῖοι καὶ συστρατιῶται γενόμενοι. τεκμήριον δέ, ὅτι τῶν νεκρῶν ὁ ἀριθμός, ἐπανισουμένης ἑκατέρας μάχης, οὐκ ἐλάσσων ἔδοξεν οὐδὲ παρὰ τοῖς νικῶσιν εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme