Book 4
16.128
ἤδη δὲ τῆς ἡμέρας ἀμφὶ τήνδε τὴν παρασκευὴν ἐς ἐνάτην ὥραν δεδαπανημένης αἰετοὶ δύο ἐς τὸ μεταίχμιον συμπεσόντες ἀλλήλοις ἐπολέμουν· καὶ ἦν σιγὴ βαθυτάτη. φυγόντος δὲ τοῦ κατὰ Βροῦτον βοή τε παρὰ τῶν πολεμίων ὀξεῖα ἠγέρθη καὶ τὰ σημεῖα ἑκατέρωθεν ἐπῇρτο, καὶ ἔφοδος ἦν σοβαρά τε καὶ ἀπηνής. τοξευμάτων μὲν δὴ καὶ λίθων ἢ ἀκοντισμάτων ὀλίγον αὐτοῖς ἐδέησε πολέμου νόμῳ, ἐπεὶ οὐδὲ τῇ ἄλλῃ τέχνῃ καὶ τάξει τῶν ἔργων ἐχρῶντο, ἀλλὰ γυμνοῖς τοῖς ξίφεσι συμπλεκόμενοι ἔκοπτόν τε καὶ ἐκόπτοντο καὶ ἀλλήλους ἐξώθουν ἀπὸ τῆς τάξεως, οἱ μὲν περὶ σωτηρίας μᾶλλον ἢ νίκης, οἱ δὲ περὶ νίκης καὶ παρηγορίας στρατηγοῦ βεβιασμένου. φόνος δὲ ἦν καὶ στόνος πολύς, καὶ τὰ μὲν σώματα αὐτοῖς ὑπεξεφέρετο, ἕτεροι δὲ ἀντικαθίσταντο ἐκ τῶν ἐπιτεταγμένων. οἱ στρατηγοὶ δὲ σφᾶς, περιθέοντες καὶ ὁρώμενοι πανταχοῦ, ταῖς τε ὁρμαῖς ἀνέφερον καὶ παρεκάλουν πονοῦντας ἔτι προσπονῆσαι καὶ τοὺς κεκμηκότας ἐνήλλασσον, ὥστε ὁ θυμὸς αἰεὶ τοῖς ἐπὶ τοῦ μετώπου καινὸς ἦν.