Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

16.126 ὁ μὲν τοιαῦτα λέγων διετρόχαζε, καὶ αὐτὸν αἱ τάξεις ἐπήλπιζον καὶ μετὰ βοῆς παρέπεμπον εὐφήμου· ὁ δὲ Καῖσαρ καὶ ὁ Ἀντώνιος τοὺς ἰδίους περιθέοντες τήν τε δεξιὰν ὤρεγον, ἐφʼ οὓς παραγένοιντο, καὶ σοβαρώτερον ἔτι οἵδε ἐπέσπερχον αὐτοὺς καὶ τὸν λιμὸν οὐκ ἐπέκρυπτον ὡς εὔκαιρον ἐς εὐτολμίαν προφέρειν. εὕρομεν, ὦ ἄνδρες, τοὺς πολεμίους· ἔχομεν οὓς ἐζητοῦμεν ἔξω τείχους λαβεῖν. μὴ δή τις ὑμῶν τὴν ἰδίαν πρόκλησιν καταισχύνῃ μηδὲ τῆς ἀπειλῆς ἐλάττων γένηται· μηδὲ λιμόν, ὄλεθρον ἀμήχανόν τε καὶ ἐπώδυνον, ἕληται μᾶλλον ἢ πολεμίων τείχη καὶ σώματα, ἃ καὶ τόλμαις ἐνδίδωσι καὶ σιδήρῳ καὶ ἀπονοία. ἔχει δὲ ἡμῖν ἐπείξεως ὧδε τὰ παρόντα, ὡς μηδὲν ἐς τὴν ἐπιοῦσαν ἡμέραν ἀνατίθεσθαι, ἀλλὰ σήμερον περὶ ἁπάντων διακριθῆναι μέχρι νίκης ἐντελοῦς ἢ εὐγενοῦς θανάτου. νικῶσι δʼ ἔστι λαβεῖν διὰ μιᾶς ἡμέρας καὶ διʼ ἑνὸς ἔργου τροφὰς καὶ χρήματα καὶ ναῦς καὶ στρατόπεδα καὶ τὰ νικητήρια παρʼ ἡμῶν. ἔσται δὲ ταῦτα, ἢν πρῶτον μὲν ἐμβάλλοντες αὐτοῖς μνημονεύωμεν τῶν ἐπειγόντων, εἶτα παραρρήξαντες εὐθὺς ἀποκλείωμεν ἀπὸ τῶν πυλῶν, ἐς δὲ τοὺς κρημνοὺς ἢ τὰ πεδία περιωθῶμεν, ἵνα μὴ ὁ πόλεμος αὖθις ἀναφύοιτο μηδὲ ἐς τὴν ἀργίαν πάλιν οἱ ἐχθροὶ διαδιδράσκοιεν, οἳ διʼ ἀσθένειαν, μόνοι δὴ πολεμίων, οὐκ ἐν τῷ μάχεσθαι τὰς ἐλπίδας ἔχουσιν, ἀλλʼ ἐν τῷ μὴ μάχεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme