Book 4
16.125
ὧδε μὲν δὴ καὶ ὁ Βροῦτος ἐξῆγεν ἄκων καὶ ἐς τάξεις διεκόσμει πρὸ τοῦ τείχους καὶ ἐδίδασκε μὴ πολὺ προύχειν τοὺ λόφου, ἵνα αὐτοῖς ἥ τε ἀναχώρησις, εἰ δεήσειεν, εὐχερὴς εἴη καὶ τὰ ἐς τοὺς πολεμίους ἀφιέμενα ἐπιδέξια. ἦν δὲ ἑκατέρωθεν παρακέλευσίς τε πάντων ἐς ἀλλήλους καὶ φρόνημα ἐπὶ τῷ ἔργῳ μέγα καὶ θρασύτης ν̔πὲρ λόγον ἀναγκαῖον, τοῖς μὲν ὑπὸ δέους λιμοῦ, τοῖς δὲ ὑπὸ αἰδοῦς δικαίας, βιασαμένοις τὸν στρατηγὸν ἀναβαλλόμενον ἔτι, μὴ χείροσιν ὧν ὑπέσχοντο ὀφθῆναι μηδὲ ἀσθενεστέροις ὧν ἐθρασύνοντο, μηδὲ προπετείας ὑπευθύνοις μᾶλλον ἢ ἀξιεπαίνοις εὐβουλίας. ἃ καὶ ὁ Βροῦτος αὐτοῖς, ἐπὶ ἵππου περιθέων, σοβαρῷ τῷ προσώπῳ προενέφαινε καὶ διʼ ὀλίγων ὑπεμίμνησκεν, ὅσων ὁ καιρὸς ἐδίδου· ὑμεῖς ἠθελήσατε μάχεσθαι, ὑμεῖς με ἑτέρως ἔχοντα νικᾶν ἐβιάσασθε· μὴ δὲ ψεύσησθε τῆς ἐλπίδος μήτε ἐμὲ μήτε αὑτούς. ἔχετε καὶ λόφον σύμμαχον καὶ τὰ κατὰ νώτου πάντα ἴδια. οἱ πολέμιοι δʼ εἰσὶν ἐν ἀμφιβόλῳ· μεταξὺ γάρ εἰσιν ὑμῶν τε καὶ λιμοῦ.