Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

16.122 τὸ δὲ ἔργον ἤπειγε τοὺς ἀμφὶ τὸν Καίσαρα, καὶ λιμὸς ἦν ἤδη σαφής, ἔς τε μέγεθος καὶ δέος ἑκάστης ἡμέρας ἐπεγίνετο. οὔτε γὰρ ἐκ Θεσσαλίας αὐτοῖς ἔτι τὰ ἀρκοῦντα ἐκομίζετο, οὔτε τις ἦν ἐλπὶς ἐκ θαλάσσης, ναυκρατούντων πανταχῇ τῶν πολεμίων· τῆς τε ἔναγχος περὶ τὸν Ἰόνιον συμφορᾶς ἐξηγγελμένης ἐς ἑκατέρους ἤδη, μᾶλλον ἐδεδοίκεσαν αὐτά τε καὶ τὸν χειμῶνα προσιόντα ὡς ἐν πεδίῳ πηλώδει σταθμεύοντες. ὧν ἐνθυμούμενοι τέλος μὲν ὁπλιτῶν ἐς Ἀχαΐαν ἐξέπεμψαν, ἀγείρειν τὰ ἐντυγχάνοντα πάντα καὶ πέμπειν σφίσι κατὰ σπουδήν. οὐκ ἀνεχόμενοι δὲ κινδύνου τοσοῦδε προσιόντος οὔτε τῶν ἄλλων ἐπιτεχνήσεων οὔτε ἐν τῷ πεδίῳ λοιπὸν ἐκτάσσειν, παρὰ τὸ τείχισμα τῶν ἐχθρῶν ἀνέβαινον μετὰ βοῆς καὶ τὸν Βροῦτον ἐκάλουν ἐς μάχην, ἐπισκώπτοντες ἅμα καὶ λοιδοροῦντες καὶ ἐγνωκότες οὐ πολιορκίας τρόπῳ μᾶλλον ἢ μανιώδει φορᾷ μὴ βουλομένῳ συμπλέκεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme