Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

16.121 τοιαῦτα εἰπὼν τῆς ἐπιούσης πάλιν ἐξέτασσε· καὶ οὐ κατιόντων οὐδὲ τότε τῶν πολεμίων ὁ μὲν Ἀντώνιος ἐβαρυθύμει καὶ ἐξέτασσεν αἰεί, ὁ δὲ Βροῦτος τοῦ στρατοῦ τὸ μὲν εἶχε συντεταγμένον, μὴ ἀναγκασθείη μάχεσθαι, τῷ δὲ τὰς ὁδοὺς τῆς κομιδῆς τῶν ἀναγκαίων διελάμβανε. λόφος δὲ ἦν ἀγχοτάτω τοῦ Κασσίου στρατοπέδου, δυσχερὴς μὲν ὑπὸ ἐχθρῶν καταληφθῆναι, διὰ τὴν ἐγγύτητα ἐστοξεύεσθαι δυναμένων· ὁ δὲ Κάσσιος αὐτὸν ὅμως ἐφρούρει, μὴ καὶ παρὰ δόξαν ἐπιτολμήσειέ τις. ἐκλειφθέντα δὲ ὑπὸ τοῦ Βρούτου κατέλαβον οἱ περὶ τὸν Καίσαρα νυκτὸς τέτρασι τέλεσιν, ἐπαγόμενοι γέρρα πολλὰ καὶ διφθέρας ἐς προβολὴν τοῖς τοξεύμασιν. ὡς δὲ κατέσχον, ἄλλα τέλη δέκα μετεστρατοπέδευον ὑπὲρ πέντε σταδίους ἀπιοῦσιν ἐπὶ τὴν θάλασσαν καὶ ὑπὲρ ἄλλους τέσσαρας δύο, ὡς τῷδε τῷ τρόπῳ προελευσόμενοι μέχρι θαλάσσης καὶ ἢ παρʼ αὐτὴν ἄρα τὴν θάλασσαν ἢ διὰ τῶν ἑλῶν ἢ ὅν τινα τρόπον ἄλλον ἐπενόουν, βιασόμενοι καὶ τὴν ἀγορὰν ἀποκλείσοντες τῶν πολεμίων. καὶ ὁ Βροῦτος αὐτοῖς ἀντεμηχανᾶτο, ἄλλα τε καὶ φρούρια ἀντικαθιστὰς τοῖς ἐκείνων στρατοπέδοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme