Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

14.111 ὁ δὲ Ἀντώνιος ὁρῶν τὴν μάχην συνερρωγυῖαν ἥσθη μὲν ὡς ἀναγκάσας ʽπάνυ γὰρ ἐπὶ ταῖς ἀγοραῖς ἐδεδίεἰ, ἀναστρέφειν δὲ εἰς τὸ πεδίον οὐκ ἔκρινεν, μὴ τὴν φάλαγγα ἀνελίσσων ταράξειεν, ὡς ἀρξάμενος δʼ εἶχεν ὁρμῆς, ἐχεῖτο δρόμῳ καὶ ἀνέβαινε, βαλλόμενός τε καὶ χαλεπῶς, μέχρι βιαζόμενος ἐνέκυρσε τῇ φάλαγγι τῇ Κασσίου, τὴν τάξιν τὴν δεδομένην φυλασσούσῃ καὶ τὸ γιγνόμενον ὡς ἄλογον καταπεπληγμένῃ. ῥήξας δʼ αὐτὴν ὑπὸ τόλμης ἐπὶ τὸ διατείχισμα ὥρμα, τὸ μεταξὺ τοῦ τε ἕλους καὶ τοῦ στρατοπέδου, τόν τε χάρακα ἀνασπῶν καὶ τὴν τάφρον ἐγχωννὺς καὶ τὸ οἰκοδόμημα ὑπορύσσων καὶ τοὺς ἐν ταῖς πύλαις καταφονεύων καὶ τὰ ἐπιπίπτοντα ἐκ τοῦ τείχους ὑπομένων, ἕως αὐτὸς μὲν ἐσήλατο διὰ τῶν πυλῶν ἔνδον, ἕτεροι δὲ ταῖς ὑπωρυχίαις ἐσῆλθον, οἱ δὲ καὶ τοῖς πεπτωκόσιν ἐπανέβαινον. καὶ πάντα οὕτως ἐγίγνετο ὀξέως, ὥστε τοῖς τὸ ἕλος ἐργαζομένοις ἐπιβοηθοῦσιν ὑπήντων ἑλόντες ἤδη τὸ διατείχισμα. τρεψάμενοι δὲ καὶ τούσδε σὺν ὁρμῇ βιαίῳ καὶ ἐς τὸ ἕλος κατώσαντες ἐπανῄεσαν ἐς αὐτὸ ἤδη τὸ στρατόπεδον τοῦ Κασσίου, μόνοι σὺν τῷ Ἀντωνίῳ, ὅσοι τὸ διατείχισμα ὑπερῆλθον, τοῦ ἄλλου πλήθους, ἑκατέρων ἐκτὸς ἀλλήλοις μαχομένου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme