Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 4

13.102 τοῦ δὲ Σερρείου προύχοντος ἐς τὸ πέλαγος, αὐτοὶ μὲν ἐς τὰ μεσόγαια ἀνεχώρουν, Τίλλιον δὲ Κίμβρον μετὰ τοῦ ναυτικοῦ καὶ τέλους ὁπλιτῶν ἑνὸς καὶ τοξοτῶν τινων τὴν ἀκτὴν περιπλεῖν ἔπεμπον, ἣ πάλαι μὲν ἦν ἐρημοτάτη, καίπερ εὔγεως οὖσα, τῶν Θρᾳκῶν οὔτε θαλάσσῃ χρωμένων οὔτε ἐς τὰ παράλια κατιόντων ὑπὸ δέους τῶν ἐπιπλεόντων· Ἑλλήνων δʼ αὐτὴν ἑτέρων τε καὶ Χαλκιδέων καταλαβόντων καὶ θαλάσσῃ χρωμένων, ἤνθει ταῖς ἐμπορίαις καὶ γεωργίαις, χαιρόντων σφίσι καὶ τῶν Θρᾳκῶν διὰ τὴν τῶν ὡραίων ἄμειψιν, μέχρι Φίλιππος ὁ Ἀμύντου τούς τε ἄλλους καὶ Χαλκιδέας ἀνέστησεν, ὡς μηδὲν ἔτι πλὴν οἰκόπεδα μόνον ἱερῶν ὁρᾶσθαι. τήνδε οὖν τὴν ἀκτὴν αὖθις ἔρημον οὖσαν ὁ Τίλλιος παραπλέων, ὥς οἱ πρὸς τῶν ἀμφὶ τὸν Βροῦτον εἴρητο, στρατοπέδοις ἐπιτήδεια χωρία ἀνεμέτρει καὶ διέγραφε καὶ ταῖς ναυσὶ κατὰ μέρη πρόσπλουν, ἵνʼ οἱ περὶ τὸν Νωρβανόν, ὡς ἀχρεῖον ἔτι τὸ τηρεῖν, τὰ στενὰ ἐκλίποιεν. καὶ ἐγένετο μὲν ὡς προσεδόκησαν· ὑπὸ γὰρ τῆς φαντασίας τῶν νεῶν Νωρβανὸς ἐπὶ τῶν Σαπαίων στενῶν ἐθορυβήθη καὶ ἐκάλει Δεκίδιον ἐκ τῶν Κορπίλων κατὰ σπουδὴν ἐπικουρεῖν οἱ. καὶ ἐπεκούρει, τὰ δὲ τῶν Κορπίλων στενὰ ἐκλειφθέντα οἱ περὶ τὸν Βροῦτον διώδευον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme