Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

13.90 ἀθρόα δὴ πάντων ἐς πάντα ἦν μετάθεσις, ἀντὶ μὲν δισχιλίων καὶ πεντακοσίων δραχμῶν τὰς πεντακισχιλίας, ἀντὶ δὲ τῶν δύο τελῶν τοῖς ὀκτὼ δοθῆναι, Καίσαρά τε αὐτοῖς ἀντὶ τῶν δέκα ἀνδρῶν διανέμειν καὶ ἐς τὴν ὕπατον ἀρχὴν παραγγέλλειν ἀπόντα. πρέσβεις τε ἐξέτρεχον, οἳ τάδε φράσειν ἔμελλον αὐτῷ κατὰ σπουδήν. ὧν ἄρτι τῆς πόλεως ἐκδραμόντων μετάνοια ἐνέπιπτε τῇ βουλῇ, μὴ δεῖν οὕτως ἀνάνδρως καταπεπλῆχθαι, μηδὲ ἑτέραν ἐνδέξασθαι τυραννίδα ἀναιμωτί, μηδὲ ἐθίσαι τοὺς ἀρχῆς ἐφιεμένους ἐκ βίας τυγχάνειν, μηδὲ τοὺς στρατευομένους ἐξ ἐπιτάγματος ἄρχειν τῆς πατρίδος, ὁπλισαμένους δὲ ἐκ τῶν ἐνόντων τοὺς νόμους τοῖς ἐπιοῦσι προτείνειν· προσδοκᾶν γὰρ οὐδὲ ἐκείνους νόμων προτεινομένων ὅπλα τῇ πατρίδι ἐποίσειν· εἰ δὲ φέροιεν, ἀνέχεσθαί τε πολιορκίας, μέχρι Δέκμος ἢ Πλάγκος ἔλθοι; καὶ ἀμύνεσθαι μέχρι θανάτου μᾶλλον ἢ ἑκόντας ἐνδέξασθαι δουλείαν ἄνωθεν ἀδιόρθωτον· τά τε ἀρχαῖα Ῥωμαίων ἐπὶ ἐλευθερίᾳ φρονήματα καὶ πάθη, πρὸς οὐδὲν ἐνδόντων ὑπὲρ ἐλευθερίας, ἀνελέγοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme