Book 3
2.9
τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθʼ ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρʼ αὐτῷ δυνατωτάτων τότε μάλιστα. τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν, ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο.