Book 3
1.8
καὶ γίνεται μὲν οὕτω Συρίας ἡγεμὼν Δολοβέλλας καὶ στρατηγὸς τοῦ πολέμου τοῦ πρὸς Παρθυαίους καὶ στρατιᾶς τῆς ἐς αὐτὸν ὑπὸ Καίσαρος κατειλεγμένης, ὅση τε περὶ Μακεδονίαν προεληλύθει, καὶ ὁ Ἀντώνιος τότε πρῶτον ἔγνωστο συμπράσσων τῷ Δολοβέλλᾳ. γεγενημένων δὲ τῶνδε ἐν τῷ δήμῳ τὴν βουλὴν ὁ Ἀντώνιος ᾔτει Μακεδονίαν, εὖ εἰδώς, ὅτι αἰδέσονται, μετὰ Συρίαν δοθεῖσαν Δολοβέλλᾳ, ἀντειπεῖν περὶ Μακεδονίας Ἀντωνίῳ, καὶ ταῦτα γυμνῆς στρατοῦ γενομένης. καὶ ἔδοσαν μὲν ἄκοντες καὶ ἐν θαύματι ἔχοντες, ὅπως τὸν ἐν αὐτῇ στρατὸν προμεθῆκεν ὁ Ἀντώνιος τῷ Δολοβέλλᾳ, ἠγάπων δὲ ὅμως Δολοβέλλαν ἔχειν τὸν στρατὸν Ἀντωνίου μᾶλλον. ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δʼ ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ.