Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

8.54 ὁ μὲν νόμος, ὦ βουλή, δικαιοῖ τὸν εὐθυνόμενον αὐτὸν ἀκοῦσαί τε τῆς κατηγορίας καὶ ἀπολογησάμενον ὑπὲρ αὑτοῦ κρίνεσθαι· καὶ τὸν δεινότατον εἰπεῖν Κικέρωνα ἐς ταῦτα προκαλοῦμαι. ἐπεὶ δὲ ὀκνεῖ μὲν παρόντος Ἀντωνίου κατηγορεῖν, ἀπόντος δʼ ἐγκλήματά τινα εἶπεν ὡς μέγιστα ἐκ πάντων καὶ ἀναμφίλογα ὄντα, παρῆλθον ἐγὼ δείξων αὐτὰ ψευδῆ βραχυτάταις ἀποκρισεσι. τὰ χρήματά φησιν Ἀντώνιον τὰ κοινὰ μετὰ τὴν Καίσαρος τελευτὴν σφετερίσασθαι, τοῦ μὲν νόμου τὸν κλέπτην οὐ πολέμιον ἀποφαίνοντος, ἀλλὰ ὡρισμένῃ δίκῃ ζημιοῦντος, Βρούτου δὲ τοῦ Καίσαρα κτείναντος ἐν τῷ δήμῳ καὶ τόδε κατηγορήσαντος, ὅτι ὁ Καῖσαρ τὰ χρήματα διεφόρησε καὶ κενὰ καταλέλοιπε τὰ ταμιεῖα, Ἀντωνίου δὲ μετʼ οὐ πολὺ ζητεῖν αὐτὰ ψηφισαμένου καὶ ὑμῶν ἀποδεξαμένων τε τὴν γνώμην καὶ κεκυρωκότων καὶ γέρας τοῖς μηνύουσι δεκάτην ὑπεσχημένων, ἣν διπλασιάσομεν ἡμεῖς, εἴ τις Ἀντώνιον περὶ αὐτῶν ἔχοι τι διελέγχειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme