Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

8.52 τὰ χρήματα ἡμῶν Καίσαρος ἀποθανόντος ἐσφετερίσατο Ἀντώνιος. Μακεδονίας ἄρχειν παρʼ ἡμῶν ἐπιτυχὼν ἐπὶ τὴν Κελτικὴν ὥρμησε χωρὶς ἡμῶν. τὸν στρατὸν ἐπὶ Θρᾷκας λαβὼν ἀντὶ Θρᾳκῶν ἐπήγαγεν ἡμῖν ἐς τὴν Ἰταλίαν. ἑκάτερα τούτων αἰτήσας ἡμᾶς ἐπʼ ἐνέδρᾳ καὶ οὐ λαβὼν ἔπραξε διʼ ἑαυτοῦ. σπεῖραν ἐν Βρεντεσίῳ βασιλικὴν συνέταξεν ἀμφʼ αὑτὸν εἶναι, καὶ φανερῶς αὐτὸν ἐν τῇ πόλει σιδηροφοροῦντες ἄνδρες ἐδορυφόρουν τε καὶ ἐνυκτοφυλάκουν ὑπὸ συνθήματι. ἦγεν ἐκ τοῦ Βρεντεσίου καὶ τὸν ἄλλον στρατὸν ἐς τὴν πόλιν ἅπαντα, συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ· Καίσαρος δὲ αὐτὸν τοῦ νέου σὺν ἑτέρῳ στρατῷ φθάσαντος ἔδεισε καὶ ἐς τὴν Κελτικὴν ἐτράπετο ὡς εὔκαιρον ἐφʼ ἡμῖν ὁρμητήριον, ὅτι καὶ ὁ Καῖσαρ ἐκεῖθεν ὁρμώμενος ἐδυνάστευσεν ἡμῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme