Book 3
8.51
οἱ μὲν δὴ ταῦτα ψηφισάμενοι διελύθησαν, ὡς τὸν Ἀντώνιον ἔργῳ διὰ τῶνδε εἰδέναι πολέμιον ἐψηφισμένον καὶ τὸν δήμαρχον ἐς τὴν ἐπιοῦσαν οὐδὲν ἔτι ἀντεροῦντα· Ἀντωνίου δὲ ἡ μήτηρ καὶ ἡ γυνὴ καὶ παῖς ἔτι μειράκιον οἵ τε ἄλλοι οἰκεῖοι καὶ φίλοι διʼ ὅλης τῆς νυκτὸς ἐς τὰς τῶν δυνατῶν οἰκίας διέθεον ἱκετεύοντες καὶ μεθʼ ἡμέραν ἐς τὸ βουλευτήριον ἰόντας ἠνώχλουν, ῥιπτούμενοί τε πρὸ ποδῶν σὺν οἰμωγῇ καὶ ὀλολυγαῖς καὶ μελαίνῃ στολῇ παρὰ θύραις ἐκβοῶντες. οἱ δὲ ὑπό τε τῆς φωνῆς καὶ τῆς ὄψεως καὶ μεταβολῆς ἐς τοσοῦτον αἰφνιδίου γενομένης ἐκάμπτοντο. δείσας δʼ ὁ Κικέρων ἐβουληγόρησεν ὧδε.
8.52
ἃ μὲν ἔδει γνῶναι περὶ Ἀντωνίου, ἐχθὲς ἔγνωμεν· οἷς γὰρ αὐτοῦ τοὺς ἐχθροὺς ἐτιμῶμεν, τούτοις ἐψηφιζόμεθα εἶναι πολέμιον. Σάλουιον δὲ τὸν μόνον ἐμποδὼν γινόμενον ἢ πάντων εἶναι χρὴ συνετώτερον ἢ φιλίᾳ τάδε πράσσειν ἢ τῶν ἐνεστώτων ἀμαθίᾳ. ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη· ἀμαθῶς δʼ αὐτὸν ἔχοντα τῶν παρόντων ἔδει πιστεύειν ὑπάτοις ἀνθʼ ἑαυτοῦ καὶ στρατηγοῖς καὶ δημάρχοις τοῖς συνάρχουσιν αὐτῷ καὶ τοῖς ἄλλοις βουλευταῖς, οἳ τοσοίδε τὴν ἀξίωσίν τε καὶ τὸν ἀριθμὸν ὄντες διά τε ἡλικίαν καὶ ἐμπειρίαν ὑπὲρ τὸν Σάλουιον, καταγινώκομεν Ἀντωνίου. ἔστι δʼ ἔν τε χειροτονίαις καὶ δίκαις αἰεὶ τὸ πλέον δικαιότερον. εἰ δὲ καὶ νῦν ἔτι χρῄζει τὰς αἰτίας μαθεῖν, λελέξεται διὰ βραχέος, ὡς ἐν ἀναμνήσει, τὰ μέγιστα αὐτῶν.