Book 3
7.47
Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δʼ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλʼ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δʼ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.
7.48
τῷ Καίσαρι δʼ ὁ στρατὸς πελέκεάς τε καὶ ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες, ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι, πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπʼ ἄρχουσι ταχθέντων. ὁ δὲ τὴν μὲν τιμὴν ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα καθʼ ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον.