Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

4.28 αὐτός τε ὁ Καῖσαρ μετὰ πλήθους οἷα φρουρᾶς τὸν δῆμον καὶ τοὺς εὖ τι παθόντας ὑπὸ τοῦ πατρὸς καὶ τοὺς ἐκείνῳ στρατευσαμένους περιθέων ἐπιφθόνως ἱκέτευεν οὗ μὲν αὐτοῦ τοιάδε καὶ τοσάδε πάσχοντος ὑπερορᾶν καὶ ἀμελεῖν ἑκόντος, Καίσαρι δὲ τῷ σφῶν αὐτοκράτορι καὶ εὐεργέτῃ ἀμύνειν, ἀτιμουμένῳ πρὸς Ἀντωνίου· ἀμυνεῖν δὲ καὶ σφίσιν αὐτοῖς, οὐδὲν ἕξουσι βέβαιον ὧν εἰλήφασι παρὰ Καίσαρος, εἰ μηδὲ αὐτῷ Καίσαρι μενεῖ τὰ ἐψηφισμένα βέβαια. Ἀντωνίου τε πανταχοῦ τῆς πόλεως ἐς τὰ ὑψηλὰ ἀναπηδῶν κατεβόα· Καίσαρι μὲν διʼ ἐμὲ μήτε ὀργίζεσθαι μήτε ἐνυβρίζειν, εὐεργέτῃ σοῦ μάλιστα, ὦ Ἀντώνιε, ἐς τὰ μάλιστα γεγενημένῳ· ἐμοὶ δὲ τῶν μὲν ὕβρεων, ἐς ὅσον θέλεις, ἐμφορεῖσθαι, τὴν δὲ τῆς οὐσίας ἁρπαγὴν ἐπισχεῖν, μέχρι τοὺς πολίτας κομίσασθαι τὴν διανέμησιν καὶ τὰ λοιπὰ πάντα ἔχειν· ἀρκέσειν γὰρ ἐμοὶ πενομένῳ τήν τε τοῦ πατρὸς δόξαν, ἂν διαμένῃ, καὶ τὴν τοῦ δήμου διανέμησιν, ἐὰν ἐάσῃς δοθῆναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme