Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

4.28 καὶ ὁ μὲν ἔμελλε ποιήσειν, ὡς προσετέτακτο· θέαι δʼ ἦσαν, ἃς Κριτώνιος ἀγορανομῶν ἔμελλε τελέσειν· καὶ ὁ Καῖσαρ ἐς τὰς θέας τῷ πατρὶ τόν τε χρύσεον θρόνον καὶ στέφανον παρεσκεύαζεν, ἅπερ αὐτῷ κατὰ πάσας θέας ἐψηφίσαντο προτίθεσθαι. τοῦ Κριτωνίου δὲ εἰπόντος οὐκ ἀνέξεσθαι τιμωμένου Καίσαρος ἐν ταῖς αὑτοῦ δαπάναις, ὁ Καῖσαρ αὐτὸν ἐς τὸν Ἀντώνιον ἦγεν ὡς ὕπατον. Ἀντωνίου δὲ εἰπόντος ἐς τὴν βουλὴν ἐπανοίσειν, χαλεπήνας ὁ Καῖσαρ, ἀνάφερε, εἶπεν, ἐγὼ δὲ τὸν θρόνον, ἕως ἂν ᾖ τὸ δόγμα, προθήσω. καὶ ὁ Ἀντώνιος χαλεπήνας ἐκώλυσεν. ἐκώλυσε δὲ καὶ ἐν ταῖς ἑξῆς θέαις ἔτι παραλογώτερον, ἃς αὐτὸς ὁ Καῖσαρ ἐτέλει, ἀνακειμένας ἐκ τοῦ πατρὸς Ἀφροδίτῃ Γενετείρᾳ, ὅτε περ αὐτῇ καὶ τὸν νεὼν ὁ πατὴρ τὸν ἐν ἀγορᾷ ἅμα αὐτῇ ἀγορᾷ ἀνετίθει. τότε δὴ καὶ μάλιστα μῖσος ἤδη σαφὲς ἐκ πάντων ἐς τὸν Ἀντώνιον ἐγίγνετο, ὡς οὐκ ἐς τὸν νῦν Καίσαρα φιλονικοῦντα μᾶλλον ἢ ἐς τὸν πρότερον ὑβρίζοντα ἀχαρίστως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme