Book 3
4.27
ὁ δʼ Ἀντώνιος ἐς τὴν Ἰταλίαν τὸν στρατὸν ἐκ τῆς Μακεδονίας διενεγκεῖν ἐπενόει, καὶ προφάσεως ἄλλης ἐς τοῦτο ἀπορῶν ἠξίου τὴν βουλὴν ἀντὶ τῆς Μακεδονίας ἐναλλάξαι οἱ τὴν ἐντὸς Ἄλπεων Κελτικήν, ἧς ἡγεῖτο Δέκμος Βροῦτος Ἀλβῖνος, εἰδὼς μέν, ὅτι καὶ ὁ Καῖσαρ ἐκ τῆσδε τῆς Κελτικῆς ὁρμώμενος ἐκράτησε Πομπηίου, ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλʼ ἐς τὴν Κελτικὴν μετακαλεῖν. ἡ δὲ βουλὴ τήνδε τὴν Κελτικὴν ἀκρόπολιν ἐπὶ σφίσιν ἡγουμένη ἐδυσχέραινέ τε καὶ τῆς ἐνέδρας τότε πρῶτον ᾔσθοντο καὶ τὴν Μακεδονίαν δόντες αὐτῷ μετενόουν. ἰδίᾳ τε αὐτῶν οἱ δυνατοὶ ἐπέστελλον τῷ Δέκμῳ τῆς ἀρχῆς ἐγκρατῶς ἔχεσθαι καὶ στρατὸν ἄλλον καὶ χρηματα ἀγείρειν, εἰ πρὸς Ἀντωνίου βιάζοιτο· οὕτως ἐδεδοίκεσάν τε καὶ ἐν ὀργῇ τὸν Ἀντώνιον εἶχον. ὁ δὲ ἀντὶ μὲν τῆς βουλῆς ἐπενόει τὸν δῆμον αἰτῆσαι νόμῳ τὴν Κελτικήν, ᾧ τρόπῳ καὶ ὁ Καῖσαρ αὐτὴν πρότερον εἰλήφει καὶ Συρίαν Δολοβέλλας ὑπογύως, ἐς δὲ φόβον τῆς βουλῆς τὴν στρατιὰν ἐς τὸ Βρεντέσιον ἐκέλευε Γαΐῳ τὸν Ἰόνιον περᾶν αὐτίκα.