Book 3
3.26
Τρεβώνιος δὲ τοῖς συλλαμβάνουσιν αὐτὸν ἔτι εὐναζόμενον ἡγεῖσθαι πρὸς Δολοβέλλαν ἐκέλευεν· ἕψεσθαι γὰρ αὐτοῖς ἑκών. καί τις τῶν λοχαγῶν αὐτὸν ἐπισκώπτων ἠμείψατο· ἴθι σύ, δεῦρο τὴν κεφαλὴν καταλιπών· ἡμῖν γὰρ οὐ σέ, ἀλλὰ τὴν κεφαλὴν ἄγειν προστέτακται. καὶ τόδε εἰπὼν εὐθὺς ἀπέτεμε τὴν κεφαλήν. ἅμα δὲ ἡμέρᾳ Δολοβέλλας μὲν αὐτὴν προσέταξεν ἐπὶ τοῦ στρατηγικοῦ βήματος, ἔνθα ὁ Τρεβώνιος ἐχρημάτιζε, προτεθῆναι· ἡ στρατιὰ δὲ σὺν ὀργῇ καὶ ὁ οἰκετικὸς ἄλλος ὅμιλος αὐτῆς, ἐπεὶ τοῦ φόνου Καίσαρος ὁ Τρεβώνιος μετεσχήκει καὶ κτεινομένου τὸν Ἀντώνιον ἐν ὁμιλίᾳ περὶ θύρας τοῦ βουλευτηρίου περιεσπάκει, εἰς τε τὸ ἄλλο σῶμα αὐτοῦ ποικίλως ἐνύβριζον καὶ τὴν κεφαλὴν οἷα σφαῖραν ἐν λιθοστρώτῳ πόλει διαβάλλοντες ἐς ἀλλήλους ἐπὶ γέλωτι συνέχεάν τε καὶ συνέτριψαν. καὶ πρῶτος ὅδε τῶν φονέων δίκην τήνδε ἐδεδώκει.