Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

3.26 ὧδε μὲν εἶχε τὰ ἐν Ῥώμῃ, Κάσσιος δὲ καὶ Βροῦτος χρήματα καὶ στρατιὰν συνέλεγον, καὶ Τρεβώνιος ὁ τῆς Ἀσίας ἡγούμενος τὰς πόλεις αὐτοῖς ἐτείχιζε καὶ Δολοβέλλαν ἐλθόντα οὐκ ἐδέχετο οὔτε Περγάμῳ οὔτε Σμύρνῃ, ἀλλὰ μόνην ἀγορὰν ἔξω τείχους ὡς ὑπάτῳ προυτίθει. ἐπιχειροῦντος δʼ ἐκείνου σὺν ὀργῇ τοῖς τείχεσι καὶ οὐδὲν ἀνύοντος, ὁ Τρεβώνιος αὐτὸν ἔφη δέξεσθαι Ἐφέσῳ καὶ ἐς τὴν Ἔφεσον εὐθὺς ἀπιόντι τοὺς ἐφεψομένους ἐκ διαστήματος ἔπεμπεν, οἳ νυκτὸς ἐπιγενομένης ἀπιόντα τὸν Δολοβέλλαν ὁρῶντες καὶ οὐδὲν ἔτι ὑπονοοῦντες, ὀλίγους σφῶν ὑπολιπόντες ἕπεσθαι αὐτῷ, ἐς τὴν Σμύρναν ἐπανῆλθον. καὶ τοὺς ὀλίγους ὁ Δολοβέλλας ἐνεδρεύσας τε καὶ περιλαβὼν ἔκτεινε καὶ ἦλθε τῆς αὐτῆς ἔτι νυκτὸς ἐς Σμύρναν καὶ αὐτὴν ἀφύλακτον εὑρὼν εἷλε διὰ κλιμάκων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme