Book 3
3.25
ἄφνω δὴ φήμη κατέσκηψε, Γέτας τὸν θάνατον τὸν Καίσαρος πυθομένους Μακεδονίαν πορθεῖν ἐπιτρέχοντας, καὶ ὁ Ἀντώνιος τὴν βουλὴν ᾔτει τὸν στρατὸν ὡς Γέταις ἐπιθήσων δίκην· ἔς τε γὰρ Γέτας αὐτὸν πρὸ Παρθυαίων Καίσαρι παρεσκευάσθαι καὶ τὰ Παρθυαίων ἠρεμεῖν ἐν τῷ παρόντι. ἡ μὲν οὖν βουλὴ τὴν φήμην ὑπενόει καὶ τοὺς ἐπισκεψομένους ἔπεμψεν· ὁ δὲ Ἀντώνιος τὸν φόβον αὐτῶν καὶ τὴν ὑπόνοιαν ἐκλύων ἐψηφίσατο μὴ ἐξεῖναί πω κατὰ μηδεμίαν αἰτίαν περὶ δικτάτορος ἀρχῆς μήτε εἰπεῖν μήτʼ ἐπιψηφίζειν μήτε λαβεῖν διδομένην, ἢ τὸν ἐκ τῶνδέ τινος ὑπεριδόντα νηποινεὶ πρὸς τῶν ἐντυχόντων ἀναιρεῖσθαι. καὶ τῷδε μάλιστα ἑλὼν τοὺς ἀκούοντας καὶ τοῖς ὑπὲρ Δολοβέλλα πράττουσι συνθέμενος ἓν τέλος δώσειν, ᾑρέθη τῆς ἐν Μακεδονίᾳ δυνάμεως εἶναι στρατηγὸς αὐτοκράτωρ. καὶ ὁ μὲν ἔχων, ἃ ἐβούλετο, Γάιον τὸν ἀδελφὸν αὐτίκα σὺν ἐπείξει τὸ δόγμα φέροντα τῷ στρατῷ διεπέμπετο· οἱ δὲ ἐπισκέπται τῆς φήμης ἐπανελθόντες Γέτας ἔλεγον οὐκ ἰδεῖν ἐν Μακεδονίᾳ, προσέθεσαν δέ, εἴτε ἀληθὲς εἴτε ὑπʼ Ἀντωνίου διδαχθέντες, ὅτι δέος ἦν, μὴ τῆς στρατιᾶς ποι μετελθούσης οἱ Γέται τὴν Μακεδονίαν ἐπιδράμοιεν.