Book 3
3.24
Βροῦτος δὲ καὶ Κάσσιος, ἐπεὶ σφῶν τὰς ἐλπίδας τὰς ἐν ταῖς θέαις ὁ Καῖσαρ διέχεεν, ἔγνωσαν εἰς Συρίαν καὶ Μακεδονίαν, ὡς πρὸ Ἀντωνίου καὶ Δολοβέλλα σφίσιν ἐψηφισμένας, χωρεῖν καὶ βιάζεσθαι. καὶ τῶνδε φανερῶν γενομένων ἠπείγετο καὶ Δολοβέλλας εἰς τὴν Συρίαν, καὶ πρὸ Συρίας ἐς τὴν Ἀσίαν, ὡς χρηματιούμενος ἀπʼ αὐτῆς. ὁ δʼ Ἀντώνιος ἡγούμενος ἐς τὰ μέλλοντά οἱ δεήσειν δυνάμεως, τὴν ἐν Μακεδονίᾳ στρατιάν, ἀρετῇ τε οὖσαν ἀρίστην καὶ πλήθει μεγίστην, — ἓξ γὰρ ἦν τέλη (καὶ ὅσον ἄλλο πλῆθος αὐτοῖς τοξοτῶν καὶ ψιλῶν ἢ γυμνητῶν συνεζεύγνυτο, ἵππος τε πολλὴ καὶ παρασκευὴ κατὰ λόγον ἐντελής) δοκοῦντα προσήκειν Δολοβέλλᾳ, Συρίαν καὶ τὰ ἐς Παρθυαίους ἐπιτετραμμένῳ, διότι καὶ ὁ Καῖσαρ αὐτοῖς ἐς Παρθυαίους ἔμελλε χρῆσθαι—πρὸς ἑαυτὸν ἐπενόει μετενεγκεῖν, ὅτι καὶ μάλιστα ἦν ἀγχοῦ, ὡς τὸν Ἰόνιον περάσαντα εὐθὺς ἐν τῇ Ἰταλίᾳ εἶναι.