Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

3.22 πολλοί τε αὐτῶν ἐς δίκας τὸν Καίσαρα ὑπῆγον περὶ χωρίων, ἕτερος ἑτέρῳ ἐπιλέγοντες ἄλλα τε ἕκαστοι καὶ τὸ κοινὸν ἐπὶ τοῖς πλείστοις, ἐκ προγραφῆς εἶναι τῶν δημευθέντων ἢ φυγόντων ἢ ἀναιρεθέντων. ἦγόν τε τὰς δίκας ἐπὶ τὸν Ἀντώνιον αὐτὸν ἢ τὸν ἕτερον ὕπατον Δολοβέλλαν. εἰ δέ τις καὶ ἐφʼ ἑτέρας ἀρχῆς ἐδικάζετο, πανταχοῦ τὰ πολλὰ ὁμοίως ὁ Καῖσαρ εἰς χάριν Ἀντωνίου ἡττᾶτο, τά τε ὠνήματα τῷ πατρὶ ἐκ τοῦ δημοσίου γενόμενα ἐπιδεικνὺς καὶ τὸ τελευταῖον ψήφισμα τὸ βεβαιοῦν τὰ Καίσαρι πεπραγμένα πάντα. ὕβρεις τε πολλαὶ παρὰ τὰς δίκας ἦσαν αὐτῷ, καὶ τὸ τῆς ζημίας προύκοπτεν ἐς ἄπειρον, ἔστε Πέδιον καὶ Πινάριον ʽοὗτοι γὰρ τὴν ἐκ τῶν Καίσαρος διαθηκῶν τοῦ κλήρου μοῖραν εἶχον’ μέμψασθαι τῷ Ἀντωνίῳ περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ Καίσαρος ὡς ἄδικα πασχόντων παρὰ τὸ ψήφισμα τῆς βουλῆς. ᾤοντό τε αὐτὸν τὰ ἐς ὕβριν ἐκλύειν δεῖν μόνον, τὰ ἄλλα δὲ πάντα κυροῦν, ὅσα τῷ Καίσαρι πέπρακται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme