Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 3

 
ταῦτα οἱ ταξίαρχοι ἀσπασάμενοι συνῆγον ἀμφοτέρους. οἱ δὲ ἐπεμέμφοντο ἀλλήλοις καὶ συνέβαινον ἐς φιλίαν. ὅ τε νόμος ὁ περὶ τῆς Κελτικῆς προυγράφετο αὐτίκα, ὀρρωδούσης πάνυ τῆς βουλῆς καὶ ἐπινοούσης, εἰ μὲν ὁ Ἀντώνιος αὐτὸν προβουλεύοι, κωλύειν προβουλευόμενον, εἰ δὲ ἀπροβούλευτον ἐς τὸν ο͂ῆμον ἐσφέροι, τοὺς δημάρχους ἐς κώλυσιν ἐπιπέμπειν. ἦσαν δʼ οἳ καὶ τὸ ἔθνος ὅλως ἐλευθεροῦν ἡγεμονίας ἠξίουν· οὕτως ἐδεδοίκεσαν ἀγχοῦ τὴν Κελτικὴν οὖσαν. ὁ δὲ Ἀντώνιος αὐτοῖς ἀντενεκάλει, εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν, ὅτι Καίσαρα ἀπέκτεινεν, αὑτῷ δʼ ἀπιστοῦσιν, ὅτι οὐκ ἀπέκτεινε τὸν καταστρεψάμενον αὐτὴν καὶ κλίναντα ἐς γόνυ, ἀπορρίπτων ἤδη ταῦτα φανερῶς ἐς ἅπαντας ὡς ἐφηδομένους τοῖς γεγονόσιν. ἐλθούσης δὲ τῆς κυρίας ἡμέρας ἡ μὲν βουλὴ τὴν λοχῖτιν ἐνόμιζεν ἐκκλησίαν συλλεγήσεσθαι, οἱ δὲ νυκτὸς ἔτι τὴν ἀγορὰν περισχοινισάμενοι τὴν φυλέτιν ἐκάλουν, ἀπὸ συνθήματος ἐληλυθυῖαν. καὶ ὁ δημότης λεώς, ἀχθόμενος τῷ Ἀντωνίῳ, συνέπρασσεν ὅμως διὰ τὸν Καίσαρα ἐφεστῶτα τοῖς περισχοινίσμασι καὶ δεόμενον. ἐδεῖτο δὲ μάλιστα μέν, ἵνα μὴ Δέκμος ἄρχοι χώρας τε ἐπικαίρου καὶ στρατιᾶς ἀνδροφόνος ὢν τοῦ πατρός, ἐπὶ δὲ τούτῳ καὶ ἐς χάριν Ἀντωνίου συνηλλαγμένου. προσεδόκα δὲ ἄρα τι καὶ αὐτὸς ἀντιλήψεσθαι παρὰ Ἀντωνίου. διαφθαρέντων δὲ χρήμασι τῶν δημάρχων ὑπʼ Ἀντωνίου καὶ κατασιωπώντων ὁ νόμος ἐκυροῦτο, καὶ ὁ στρατὸς Ἀντωνίῳ μετʼ αἰτίας εὐπρεποῦς ἤδη τὸν Ἰόνιον ἐπέρα.
 
τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντʼ αὐτοῦ χειροτονίαν ὁ Καῖσαρ συνέπρασσεν Φλαμινίῳ· καὶ ὁ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. ἡ δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι· Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς ἢ παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπʼ οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, ἢ χρήσεσθαι κατʼ αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. ἀχαρίστου δʼ ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, ὁ μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον· ὁ δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, ἃ πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν· ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία.
 
καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν· οἱ ταξίαρχοι δὲ αὖθις παρὰ Ἀντωνίου καιρὸν αἰτήσαντες ἔλεγον·
 
ἡμεῖς, ὦ Ἀντώνιε, καὶ ὅσοι ἄλλοι μετὰ σοῦ Καίσαρι στρατευσάμενοι τήν τε ἡγεμονίαν αὐτῷ συνεστησάμεθα καὶ ἐς τὰ καθʼ ἡμέραν αὐτῆς ὑπηρέται γιγνόμενοι διετελοῦμεν, ἔχθει μὲν ἴσῳ καὶ ἐπιβουλῇ τοὺς φονέας αὐτοῦ γιγνώσκομεν εἰς ἡμᾶς χρωμένους καὶ τὴν βουλὴν ἐκείνοις ἐπιρρέπουσαν, τοῦ δήμου δʼ ἐξελάσαντος αὐτοὺς ἀνεθαρρήσαμεν, οὐ πάντῃ τὰ Καίσαρος ὁρῶντες ἄφιλα οὐδὲ ἀμνήμονα οὐδὲ ἀχάριστα. τὴν δʼ ἐς τὸ μέλλον ἀσφάλειαν εἴχομεν ἐν σοί, φίλῳ τε Καίσαρος ὄντι καὶ ἡγεμονικωτάτῳ μετʼ ἐκεῖνον ἐκ πάντων καὶ ἄρχοντι νῦν ἡμῶν καὶ ἐς τὰ μάλιστα ἐπιτηδείῳ. ἀναφυομένων δὲ τῶν ἐχθρῶν καὶ θρασέως ἔς τε Συρίαν καὶ Μακεδονίαν βιαζομένων καὶ χρήματα καὶ στρατιὰν ἐφʼ ἡμᾶς συνιστάντων, καὶ τῆς βουλῆς σοι Δέκμον ἐπαλειφούσης, καὶ σοῦ τὰς φροντίδας ἐς τὴν Καίσαρος τοῦ νέου διαφορὰν δαπανῶντος, δέδιμεν εἰκότως, μὴ ἐς τὸν μέλλοντα καὶ ὅσον οὔπω παρόντα πόλεμον ἡ στάσις ὑμῶν τῷ πολέμῳ συνεπιθῆται καὶ διαπραχθῇ τοῖς ἐχθροῖς καθʼ ἡμῶν, ἃ βούλονται. ὧν ἐνθυμηθέντα σε ἀξιοῦμεν, ὁσίας τε χάριν ἐς τὸν Καίσαρα καὶ φειδοῦς ὑπὲρ ἡμῶν οὐδὲν ἐπιμέμπτων σοι γενομένων καὶ πρὸ ἡμῶν αὐτοῦ σοῦ τῶν συμφερόντων οὕνεκα, ἕως ἔτι δύνασαι, Καίσαρι μέν, ὅπερ ἀρκέσει, μόνον συνεπαμῦναι τοὺς φονέας τιμωρουμένῳ, σὲ δὲ αὐτίκα δυναστεύειν, ἐν ἀμερίμνῳ γενόμενόν τε καὶ ἡμᾶς γενέσθαι παρασκευάσαντα τοὺς ὑπέρ τε σφῶν αὐτῶν καὶ ὑπὲρ σοῦ δεδιότας.
 
τοσαῦτα τοὺς ταξιάρχους εἰπόντας ὁ Ἀντώνιος ὧδε ἠμείψατο·
 
ὅσῃ μὲν εὐνοίᾳ καὶ σπουδῇ πρὸς Καίσαρα περιόντα ἐχρώμην, φιλοκινδυνότατος ἐκ πάντων ἐς τὰς ἐκείνου χρείας γενόμενος, ἴστε σαφῶς, συστρατευσάμενοί τε καὶ τοῖς γιγνομένοις παρατυχόντες· ὅσῃ δʼ αὖ κἀκεῖνος εἰς ἐμὲ χάριτι καὶ προτιμήσει χρώμενος διετέλει, οὐ μαρτυρεῖν ἐμὲ δίκαιον. ἄμφω δὲ ταῦτα καὶ οἱ φονεῖς εἰδότες συνετίθεντο κἀμὲ Καίσαρι συνανελεῖν, ὡς ἐμοῦ περιόντος οὐ καθέξοντες ὧν ἐπενόουν. καὶ ὅστις αὐτοὺς μετέπεισε τῆς γνώμης, οὐκ εὐνοίᾳ τῆς ἐμῆς σωτηρίας ἔπεισεν, ἀλλʼ εὐπρεπείᾳ τῆς τυραννοκτονίας, ὡς μὴ δοκῶσι πολλοὺς ὥσπερ ἐχθρούς, ἀλλʼ ἕνα ἀνελεῖν ὡς τύραννον. τίς ἂν οὖν πιστεύσειεν ἐμὲ Καίσαρός τε ἀμελεῖν εὐεργέτου μοι γεγενημένου καὶ προτιμᾶν τοὺς ἐχθροὺς ἐκείνου καὶ τὸν φόνον ἑκόντα χαρίζεσθαι τοῖς ἐμοῖς ἐπιβούλοις, ὡς οἴεται Καῖσαρ ὁ νέος; πόθεν οὖν αὐτοῖς ἀμνηστία τοῦ φόνου καὶ ἡγεμονίαι; ταῦτα γὰρ ἐπικαλεῖν, ἀντὶ τῆς βουλῆς, ἐμοὶ βούλεται. μάθετε, ὡς ἐγένετο.
 
Καίσαρος ἐν τῷ βουλευτηρίῳ σφαγέντος ἄφνω, δέος ἐπέσχεν ἐκ πάντων δὴ μάλιστα πλεῖστον ἐμὲ φιλίᾳ τε αὐτοῦ Καίσαρος καὶ ἀγνοίᾳ τοῦ ἀκριβοῦς· οὐ γάρ πω τὴν συνθήκην ἑώρων οὐδὲ ἐπὶ ὅσοις. ὁ δὲ δῆμος ἐθορυβεῖτο, καὶ οἱ σφαγεῖς σὺν μονομάχοις τὸ Καπιτώλιον καταλαβόντες ἀπέκλειον, καὶ ἡ βουλὴ σὺν ἐκείνοις ἦν, ᾗ καὶ νῦν ἐστι φανερώτερον, γέρα τε τοῖς ἀνελοῦσιν ὡς τυραννοκτόνοις ἐψηφίζετο. καὶ εἰ τύραννος ὁ Καῖσαρ ἐφάνη, ἡμῖν ὑπῆρχεν ἀπολέσθαι πᾶσιν ὡς τυράννου φίλοις. ὧδε δή με ἔχοντα θορύβου καὶ μερίμνης καὶ δέους, ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι, σκοποῦντες εὑρήσετε, ἔνθα μὲν ἔδει τόλμης, θρασύτατον, ἔνθα δὲ ὑποκρίσεως, εὐμήχανον. τὸ μὲν δὴ πρῶτον ἐκ πάντων καὶ τὰ λοιπὰ συνέχον ἦν ἀναιρεθῆναι τὰ γέρα τὰ ψηφιζόμενα τοῖς ἀνδράσιν· ὅπερ, ἀντιτάξας ἐμαυτὸν ἐγὼ τῇ τε βουλῇ καὶ τοῖς σφαγεῦσιν ἐγκρατῶς, ἔπραττον σὺν θράσει παραβόλῳ καὶ ἐπικινδύνῳ, τότε μόνον ἡγούμενος ἡμᾶς τοὺς Καίσαρος ἀσφαλῶς περιέσεσθαι, ὅταν μὴ Καῖσαρ εἶναι δόξῃ τύραννος. τῷ δʼ αὐτῷ δέει τῶν ἐχθρῶν καὶ τῆς βουλῆς αὐτῆς ἐχομένων, ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι, καὶ διὰ τοῦτο φιλονικούντων, εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν, ἵνʼ ὅσων ἔχρῃζον ἀντιλάβοιμι. τὰ δὲ ἦν πόσα καὶ πηλίκα; μήτε τὴν ἐπωνυμίαν τοῦ Καίσαρος ἀπηλεῖφθαι τὴν ἐμοὶ μάλιστα πάντων ἡδίστην μήτε τὴν περιουσίαν δεδημεῦσθαι μήτε τὴν θέσιν, ἐφʼ ᾗ νῦν οὗτος γαυριᾷ, διαλελύσθαι μήτε τὰς διαθήκας ἀκύρους γενέσθαι τό τε σῶμα τεθάφθαι βασιλικῶς καὶ τιμὰς αὐτῷ τὰς πάλαι δεδομένας ἀθανάτους διαμένειν καὶ τὰ πεπραγμένα πάντα κύρια εἶναι καὶ τὸν ἐκείνου παῖδα καὶ τοὺς φίλους ἡμᾶς, καὶ στρατηγοὺς καὶ στρατιώτας, ἐν ἀσφαλεῖ γενέσθαι σωτηρίᾳ καὶ ἐνδόξῳ βίῳ ἀντὶ ἐπονειδίστου.
 
ἆρʼ ὑμῖν ὀλίγα ἢ σμικρὰ τῆς ἀμνηστίας τὴν βουλὴν ἀνταιτῆσαι δοκῶ; ἢ δοῦναι ἂν αὐτὰ ἡ βουλὴ χωρὶς τῆς ἀμνηστίας; ἦν μὲν δὴ καὶ καθαρῶς ἀντιδοῦναι τάδε τ́ῶνδε ἄξιον καὶ φείσασθαι σὺν ἀληθεῖ γνώμῃ φονέων ἀνδρῶν ὑπὲρ ἀθανάτου Καίσαρος δόξης καὶ ἡμῶν ἀσφαλοῦς σωτηρίας· οὐ μὴν ἐγὼ μετὰ τῆσδε τῆς γνώμης ἐποίουν, ἀλλʼ ἀνατιθέμενος τὴν δίκην. ἐπεί γέ τοι τῆς βουλῆς ἐς ἃ πρῶτα ἔχρῃζον ἐκράτησα καὶ οἱ σφαγεῖς ὡς ἐν ἀμερίμνῳ μεθεῖντο, ἀνεθάρρησα καὶ τὴν ἀμνηστίαν παρέλυον, οὐ ψηφίσμασιν ἢ δόγμασιν (οὐ γὰρ ἦν), ἀλλʼ ἀσήμῳ δημοκοπίᾳ, τὸ σῶμα τοῦ Καίσαρος ἐπὶ προφάσει τῆς ταφῆς ἐς τὴν ἀγορὰν ἐκφέρων καὶ τὰ τραύματα ἀπογυμνῶν καὶ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἐσθῆτα ἐπιδεικνὺς ᾑμαγμένην τε καὶ κατακεκομμένην καὶ τὴν ἀρετὴν καὶ τὸ φιλόδημον αὐτοῦ παλιλλογῶν, ἐκπαθῶς ἐν μέσῳ καὶ ὀδυρόμενος μὲν ὡς ἀνῃρημένον, κατακαλῶν δʼ ὡς θεόν. τάδε γάρ μου τὰ ἔργα καὶ ῥήματα ἠρέθισε τὸν δῆμον, καὶ τὸ πῦρ ἧψε μετὰ τὴν ἀμνηστίαν, καὶ ἐς τὰς οἰκίας τῶν ἐχθρῶν ἔπεμψε καὶ τοὺς ἄνδρας ἐξέβαλε τῆς πόλεως. τοῦτο δʼ ὅπως ἀντιπραττούσης καὶ λυπουμένης τῆς βουλῆς ἐγένετο, αὐτίκα ἔδειξαν, ἐμὲ μὲν αἰτιώμενοι τῆς δημοκοπίας, τοὺς δὲ φονέας ἐκπέμψαντες ἐπὶ τὰς τῶν ἐθνῶν ἡγεμονίας, Βροῦτον δὲ καὶ Κάσσιον ἐς Συρίαν καὶ Μακεδονίαν, αἳ μεσταὶ μεγάλων στρατῶν ἦσαν, ἐπείγεσθαι καὶ πρὸ τοῦ δεδομένου χρόνου διδάξαντες ἐπὶ προφάσει φροντίδος σίτου. ἕτερον δή με δέος ἔτι μεῖζον ἐπελάμβανεν, οὐκ ἔχοντά πω στρατὸν ἴδιον οὐδένα, μὴ πρὸς ἐνόπλους τοσούσδε ἄνοπλοι καθιστώμεθα. καὶ ὁ σύναρχος ὕποπτος ἦν, ἐμοί τε διάφορος ὢν αἰεὶ καὶ ὑποκρινόμενος ἐπιβουλεῦσαι τῷ Καίσαρι καὶ τὴν ἡμέραν τοῦ φόνου γενέθλιον τῇ πόλει τιθέμενος.
 
ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους καὶ ἐς ἡμᾶς ἀντʼ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα ἡ βουλὴ πρός με μεταθοῖτο. καὶ οὐδʼ ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν ᾖ μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. οὐ μέντʼ ἂν οὐδʼ ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδʼ ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. τοὺς δʼ αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη. δεῆσαν οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθʼ οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη· ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. οὕτω μὲν δὴ καὶ ὁ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων· οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν.
 
γεγενημένων δὲ τῶνδε καὶ τῶν ἐχθρῶν ἕτερον στρατὸν ἀγειράντων, ἔδει μοι τοῦ περὶ τὴν Μακεδονίαν στρατοῦ καὶ προφάσεως ἠπόρουν. φήμη δὲ κατέσκηψε Γέτας Μακεδονίαν πορθεῖν. ἀπιστουμένης δὲ καὶ ταύτης καὶ τῶν ἐπισκεψομένων ἀπεσταλμένων, εἰσηγησάμην ἐγὼ περὶ τῆς δικτάτορος ἀρχῆς μὴ ἐξεῖναι μήτε εἰπεῖν μήτε ἐπιψηφίσαι μήτε λαβεῖν διδομένην· ᾧ δὴ μάλιστα ὑπαχθέντες ἔδοσάν μοι τὸν στρατόν. καὶ ἐγὼ τότε πρῶτον ἐμαυτὸν ἡγησάμην ἰσόπαλον εἶναι τοῖς ἐχθροῖς, οὐ τοῖσδε τοῖς φανεροῖς, ὡς οἴεται Καῖσαρ, ἀλλὰ τοῖς πλέοσί τε καὶ δυνατωτέροις καὶ ἀφανέσιν ἔτι εἶναι θέλουσι. ταῦτα δʼ ἐργασαμένῳ μοι ἕτερος τῶν σφαγέων ἔλειπεν ἐν πλευραῖς, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ· ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ τὴν ἐνέδραν ἤδη καθορώσης καὶ ἴστε οἷα καὶ ὅσα Δέκμῳ πολλῶν γραφόντων καὶ ἐπαλειφόντων ἤδη τοὺς μετʼ ἐμὲ ὑπάτους, ἐγὼ θρασύτερον ἔτι τὸ μὲν ἔθνος, ἀντὶ τῆς βουλῆς, νόμῳ παρὰ τοῦ δήμου λαβεῖν ἐπενόησα, τὸν δὲ στρατὸν ἀπὸ τῆς Μακεδονίας ἐς τὸ Βρεντέσιον ἐπέρων ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα. καὶ σὺν θεοῖς εἰπεῖν, χρησόμεθα, ὡς ἂν αἱ χρεῖαι καλῶσιν.
 
οὕτως ἐκ πολλοῦ δέους τοῦ πρὶν ἡμᾶς ἐπισχόντος μετεβάλομεν ἔς τε ἀσφάλειαν ὑπὲρ ἡμῶν αὐτῶν ἐγκρατῆ καὶ ἐς θάρσος ἐπὶ τοὺς ἐχθρούς· ὧν ἐκφανέντων ἀνεφάνη καὶ ἡ τῶν πλεόνων ἐς τοὺς πολεμίους σπουδή. ὁρᾶτε γάρ, ὅση μὲν αὐτοῖς ἐστι μεταμέλεια τῶν ἐψηφισμένων, ὅσος δὲ ἀγὼν ἀφελέσθαι με τὴν Κελτικὴν ἤδη δεδομένην. ἴστε, ἃ γράφουσι Δέκμῳ καὶ ὅσα τοὺς ὑπάτους τοὺς μετʼ ἐμὲ πείθουσι περὶ τῆς Κελτικῆς μεταψηφίσασθαι. ἀλλὰ σὺν θεοῖς τε πατρῴοις καὶ σὺν εὐσεβεῖ γνώμῃ καὶ σὺν ταῖς ὑμετέραις ἀνδραγαθίαις, μεθʼ ὧν καὶ ὁ Καῖσαρ ἐκράτει, ἀμυνοῦμεν αὐτῷ, τῷ τε σώματι ἐπεξιόντες καὶ τῇ γνώμῃ βοηθοῦντες.
 
ταῦτά μοι γιγνόμενα μέν, ὦ συστρατιῶται, ἔτι ἔχρῃζον ἀπόρρητα εἶναι, γενόμενα δὲ ἐξενήνεκται πρὸς ὑμᾶς, οὓς ἐγὼ καὶ ἔργου καὶ λόγου κοινωνοὺς ἐς ἅπαντα τίθεμαι. καὶ τοῖς ἄλλοις, εἴ τινες αὐτὰ οὐ συνορῶσι, μεταφέρετε, πλὴν μόνου Καίσαρος ἀχαρίστως ἐς ἡμᾶς ἔχοντος.
 
τοιαῦτα τοῦ Ἀντωνίου διεξιόντος, παρέστη τοῖς ταξιάρχαις αὐτὸν ἅπαντα μετʼ ἔχθρας ἀκριβοῦς ἐς τοὺς ἀνδροφόνους, ἐπιτεχνάζοντα τῇ βουλῇ, πεποιηκέναι. ἠξίουν δὲ καὶ ὣς τῷ Καίσαρι συναλλαγῆναι καὶ πείσαντες αὐτοὺς συνήλλασσον αὖθις ἐν τῷ Καπιτωλίῳ. οὐ πολὺ δὲ ὕστερον ὁ Ἀντώνιος τῶν σωματοφυλάκων τινὰς ἐς τοὺς φίλους παρήγαγεν ὡς ὑπηρέτας γενομένους ἐπιβουλεύοντος αὑτῷ τοῦ Καίσαρος, εἴτε συκοφαντῶν εἴτε τῷ ὄντι νομίσας εἴτε περὶ τῶν εἰς τὰ στρατόπεδα περιπεμφθέντων πυθόμενος καὶ τὴν ἐς τὸ ἔργον ἐπιβουλὴν μεταφέρωι ἐς τὸ σῶμα. ὅ τε λόγος ἐκδραμὼν αὐτίκα θόρυβον ἤγειρε πάνδημον, καὶ ἀγανάκτησις ἦν. ὀλίγοι μὲν γάρ, οἷς τι λογισμοῦ βαθέος ἦν, ᾔδεσαν Καίσαρι συμφέρειν Ἀντώνιον καὶ βλάπτοντα ὅμως περιεῖναι, ἐπίφοβον ὄντα τοῖς φονεῦσιν· ἀποθανόντος γὰρ ἀδεέστερον ἐκείνους ἅπασιν ἐπιτολμήσειν, βοηθουμένους μάλιστα ὑπὸ τῆς βουλῆς. ὧδε μὲν εἴκαζον οἱ συνετώτεροι· τὸ δὲ πλέον, ὁρῶντες, οἷα καθʼ ἑκάστην ἡμέραν ὁ Καίσαρ ὑβριζόμενός τε καὶ ζημιούμενος πάσχοι, οὐκ ἄπιστον ἐτίθεντο τὴν διαβολὴν οὐδὲ ὅσιον ἢ ἀνεκτὸν ἐνόμιζον Ἀντώνιον ὑπατεύοντα ἐς τὸ σῶμα ἐπιβεβουλεῦσθαι.
 
ὁ δὲ Καῖσαρ καὶ πρὸς οὕτως ἔχοντας ἐξέτρεχε σὺν ὀργῇ μανιώδει καὶ ἐβόα αὐτὸς ἐπιβουλεύεσθαι πρὸς Ἀντωνίου ἐς τὴν παρὰ τῷ δήμῳ φιλίαν ἔτι οἱ μόνην οὖσαν· ἐπί τε τὰς θύρας τοῦ Ἀντωνίου δραμὼν τὰ αὐτὰ ἐβόα καὶ θεοὺς ἐμαρτύρετο καὶ ἀρὰς ἠρᾶτο πάσας καὶ ἐς δίκην ἐλθεῖν προυκαλεῖτο. οὐδενὸς δὲ προϊόντος, ἐν τοῖς φίλοις, ἔφη, δέχομαι τοῖς σοῖς κριθῆναι, καὶ εἰπὼν ἐπέτρεχεν ἔσω. κωλυθεὶς δὲ αὖθις ᾤμωζε καὶ ἐλοιδορεῖτο αὐτῷ καὶ τοῖς περὶ θύρας ἠγανάκτει κωλύουσι τὸν Ἀντώνιον ἐλεγχθῆναι. ἀπιών τε τὸν δῆμον ἐμαρτύρετο, εἴ τι πάθοι, πρὸς Ἀντωνίου δολοφονεῖσθαι. λεγομένων δὲ τῶνδε σὺν πάθει πολλῷ μετέπιπτε τὸ πλῆθος, καί τις αὐτοῖς τῆς πρὶν δόξης μετάνοια ἐνεγίγνετο. εἰσὶ δὲ οἳ καὶ τότε ἀπιστοῦντες ὤκνουν ἑκατέρῳ τὸ πιστὸν νέμειν, καί τινες ὑπόκρισιν ἀμφοῖν τὰ γιγνόμενα διέβαλλον εἶναι, συνθεμένων μὲν ἄρτι ἐν ἱερῷ, μηχανωμένων δὲ ταῦτα ἐπὶ τοὺς ἐχθρούς. οἱ δὲ αὐτὰ τὸν Ἀντώνιον ἡγοῦντο ἐπινοεῖν εἰς ἀφορμὴν φρουρᾶς πλείονος ἢ ἐς ἀλλοτρίωσιν τῶν κληρουχιῶν Καίσαρι.
 
ὡς δὲ τῷ Καίσαρι ὑπὸ τῶν κρύφα ἀπεσταλμένων ἀπηγγέλθη τὸν ἐν Βρεντεσίῳ στρατὸν καὶ τοὺς ἀπῳκισμένους ἐν ὀργῇ τὸν Ἀντώνιον ἔχειν, ἀμελοῦντα τοῦ Καίσαρος φόνου, καὶ σφᾶς ἐπικουρήσειν, ἂν δύνωνται, ὁ μὲν Ἀντώνιος ἐς τὸ Βρεντέσιον ἐξῄει διὰ τάδε. δείσας δὲ ὁ Καῖσαρ, μὴ μετὰ τῆς στρατιᾶς ἐπανελθὼν ἀφρούρητον αὑτὸν λάβοι, χρήματα φέρων εἰς Καμπανίαν ᾔει, πείσων τὰς πόλεις οἱ στρατεύεσθαι, τὰς ὑπὸ τοῦ πατρὸς ᾠκισμένας. καὶ ἔπεισε Καλατίαν πρώτην, ἐπὶ δʼ ἐκείνῃ Κασιλῖνον, δύο τάσδε Καπύης ἑκατέρωθεν· ἐπιδοὺς δʼ ἑκάστῳ δραχμὰς πεντακοσίας ἦγεν ἐς μυρίους ἄνδρας, οὔτε ὡπλισμένους ἐντελῶς οὔτε συντεταγμένους πω κατὰ ἴλας, ἀλλʼ ὡς ἐς μόνην τοῦ σώματος φυλακήν, ὑφʼ ἑνὶ σημείῳ. οἱ δὲ ἐν ἄστει τὸν Ἀντώνιον δεδιότες μετὰ στρατιᾶς ἐπανιόντα, ὡς ἐπύθοντο καὶ τὸν Καίσαρα μεθʼ ἑτέρας προσιέναι, οἱ μὲν διπλασίως ἐδεδοίκεσαν, οἱ δʼ ὡς χρησόμενοι κατʼ Ἀντωνίου Καίσαρι ἠσμένιζον· οἱ δὲ αὐτῶν τὰς ἐν τῷ Καπιτωλίῳ διαλλαγὰς ἑωρακότες ὑπόκρισιν ἐνόμιζον εἶναι τὰ γιγνόμενα καὶ ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων.
 
ὧδε δὲ αὐτῶν θορυβουμένων, Καννούτιος ὁ δήμαρχος, ἐχθρὸς ὢν Ἀντωνίῳ καὶ παρʼ αὐτὸ Καίσαρι φίλος, ὑπήντα τῷ Καίσαρι καὶ τὴν γνώμην ἐκμαθὼν ἀπήγγελλε τῷ δήμῳ, μετʼ ἔχθρας Ἀντωνίου σαφοῦς ἐπιέναι τον Καίσαρα καὶ χρῆναι δεδιότας Ἀντώνιον ἐπὶ τυραννίδι τόνδε προσεταιρίσασθαι, στρατὸν ἄλλον οὐκ ἔχοντας ἐν τῷ παρόντι. ταῦτα δʼ εἰπὼν ἐσῆγε τὸν Καίσαρα, αὐλισάμενον πρὸ τοῦ ἄστεος ἀπὸ σταδίων πεντεκαίδεκα ἐν τῷ τοῦ Ἄρεως ἱερῷ. ὡς δὲ εἰσῆλθον, ὁ μὲν εἰς τὸν νεὼν τῶν Διοσκούρων παρῆλθε, καὶ τὸν νεὼν περιέστησαν οἱ στρατευόμενοι ξιφίδια ἀφανῶς περιεζωσμένοι, Καννούτιος δὲ πρότερον ἐδημηγόρει κατὰ τοῦ Ἀντωνίου. ὁ δὲ Καῖσαρ καὶ τοῦ πατρὸς αὐτοὺς ὑπεμίμνησκε καὶ ὧν αὐτὸς ὑπὸ Ἀντωνίου πάθοι, διʼ ἃ καὶ τόνδε τὸν στρατὸν ἐς φυλακὴν εἴη συνειλεγμένος· ἔφη τε ἐς πάντα τῆς πατρίδος ὑπηρέτης καὶ κατήκοος ἔσεσθαι καὶ ἐς τὰ νὺν πρὸς Ἀντώνιον ἕτοιμος.
 
ὧδε δʼ εἰπόντος αὐτοῦ καὶ τὴν ἐκκλησίαν διαλύσαντος ἐπὶ τῷδε, ὁ στρατὸς ἡγούμενος ἐς τὸ ἐναντίον ἐπὶ διαλλαγαῖς Ἀντωνίου τε καὶ Καίσαρος ἀφῖχθαι ἢ ἐς μόνην γε φυλακὴν τοῦ Καίσαρος καὶ τῶν φονέων ἄμυναν, ἤχθοντο τῇ κατʼ Ἀντωνίου προαγορεύσει, στρατηγοῦ τε σφῶν γεγονότος καὶ ὄντος ὑπάτου· καὶ οἱ μὲν αὐτῶν ἐπανελθεῖν ᾔτουν εἰς τὰ οἰκεῖα ὡς ὁπλιούμενοι· οὐ γὰρ ἄλλων ἢ τῶν ἰδίων ὅπλων ἀνέξεσθαι· οἱ δὲ καὶ τὸ ἀληθὲς ὑπέφαινον. ὁ δὲ Καῖσαρ ἠπόρητο μὲν ἐς τὸ ἐναντίον ὧν προσεδόκησε μετενεχθείς, ἐλπίσας δʼ αὐτῶν πειθοῖ μᾶλλον ἢ βίᾳ περιέσεσθαι, συνεχώρει ταῖς προφάσεσι καὶ τοὺς μὲν ἐπὶ τὰ ὅπλα ἔπεμπε, τοὺς δὲ ἁπλῶς ἐς τὰ οἰκεῖα. πάντας δʼ, ἐπικρύπτων τὴν ἀχθηδόνα, ἐπῄνει τῆς συνόδου καὶ ἐδωρεῖτο ἑτέραις δωρεαῖς καὶ δαψιλέστερον ἔτι ἀμείψεσθαι ἔλεγεν, αἰεὶ χρώμενος ἐς τὰ ἐπείγοντα ὡς πατρικοῖς φίλοις μᾶλλον ἢ στρατιώταις. χιλίους μὲν δὴ μόνους ἢ τρισχιλίους τάδε λέγων ἐπέκλασεν ἐκ μυρίων οἱ παραμεῖναι ʽδιαφέρονται γὰρ περὶ τοῦ ἀριθμοὖ. οἱ δὲ λοιποὶ τότε μὲν ἐξῄεσαν, ἀνεμιμνήσκοντο δʼ αὐτίκα γεωργίας τε πόνων καὶ κερδῶν στρατείας καὶ λόγων τῶν Καίσαρος καὶ εὐπειθείας αὐτοῦ, πρὸς ἃ ἐβούλοντο, καὶ χαρίτων, ὧν τε εἰλήφεσαν καὶ ὧν ἤλπιζον ἔτι λήψεσθαι. οἷόν τε ὄχλος ἀνώμαλος μετενόουν καὶ τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες ὡπλίζοντο καὶ πρὸς αὐτὸν ἐπανῄεσαν. ὁ δὲ ἤδη μετὰ χρημάτων ἄλλων τήν τε Ῥάβενναν καὶ τὰ ἀγχοῦ πάντα περιῄει, στρατεύων ἑτέρους ἐφʼ ἑτέροις· καὶ πάντας ἐς Ἀρρήτιον ἔπεμπεν.
 
Ἀντωνίῳ δʼ ἀφῖκτο μέσον ἐς τὸ Βρεντέσιον ἐκ πέντε τῶν ἐν Μακεδονίᾳ τελῶν τέσσαρα· ἐπιμεμφόμενοι δʼ αὐτὸν οὐκ ἐπεξελθόντα τῷ φόνῳ Καίσαρος, χωρὶς εὐφημίας ἐς τὸ βῆμα παρέπεμπον ὡς περὶ τοῦδε σφίσιν ἐκλογιούμενον πρώτου. ὁ δὲ αὐτοῖς χαλεπτόμενος τῆς σιωπῆς οὐ κατέσχεν, ἀλλʼ ὠνείδιζεν ἀχαριστίαν ἐκ Παρθυαίων ὑπὸ οὗ μετενεχθεῖσιν ἐς τὴν Ἰταλίαν καὶ οὐκ ἐπιμαρτυροῦσι τοιᾶσδε χάριτος· ἐμέμφετο δὲ καὶ ὅτι παρὰ μειρακίου προπετοῦς, ὧδε τὸν Καίσαρα καλῶν, ἄνδρας ἐπιπεμπομένους σφίσιν εἰς διαφθορὰν οὐκ αὐτοὶ προσάγουσιν αὑτῷ. ἀλλὰ τούσδε μὲν αὐτὸς εὑρήσειν, τὸν δὲ στρατὸν ἄξειν ἐπὶ τὴν ἐψηφισμένην οἱ χώραν εὐδαίμονα Κελτικήν, καὶ τοῖς παροῦσιν ἑκάστῳ δοθήσεσθαι δραχμὰς ἑκατόν. οἱ δὲ ἐγέλασαν τῆς σμικρολογίας καὶ χαλεπήναντος αὐτοῦ μᾶλλον ἐθορύβουν καὶ διεδίδρασκον. ὁ δὲ ἐξανέστη τοσοῦτον εἰπών· μαθήσεσθε ἄρχεσθαι. αἰτήσας δὲ παρὰ τῶν χιλιάρχων τοὺς στασιώδεις (ἀνάγραπτος γάρ ἐστιν ἐν τοῖς Ῥωμαίων στρατοῖς αἰεὶ καθʼ ἕνα ἄνδρα ὁ τρόπος) διεκλήρωσε τῷ στρατιωτικῷ νόμῳ καὶ οὐ τὸ δέκατον ἅπαν, ἀλλὰ μέρος ἔκτεινε τοῦ δεκάτου, νομίζων σφᾶς ὧδε καταπλήξειν διʼ ὀλίγου. οἱ δὲ οὐκ ἐς φόβον μᾶλλον ἢ ἐς ὀργὴν ἀπὸ τοῦδε καὶ μῖσος ἐτρέποντο.
 
ταῦτα δʼ ὁρῶντες οὓς ὁ Καῖσαρ ἐπὶ διαφθορᾷ τῶνδε προπεπόμφει, βιβλία πολλὰ τότε μάλιστα διερρίπτουν ἐς τὸ στρατόπεδον, ἀντὶ τῆς Ἀντωνίου μικρολογίας τε καὶ ὠμότητος ἐς τὴν Καίσαρος μνήμην τοῦ προτέρου καὶ βοήθειαν τοῦ νῦν καὶ χορηγίας δαψιλεῖς μετατίθεσθαι. οὓς ὁ Ἀντώνιος μηνύμασι τε μεγάλοις ἐζήτει, καὶ ἀπειλαῖς, εἴ τις ἐπικρύπτοι. οὐδένα δὲ συλλαβὼν ἐχαλέπηνεν ὡς τοῦ στρατοῦ σφᾶς ἐπικρύπτοντος. ἀπαγγελλομένων δὲ καὶ τῶν ἐν ταῖς ἀποικίαις τε καὶ ἐν Ῥώμῃ Καίσαρι πεπραγμένων ἐθορυβεῖτο. καὶ ἐπελθὼν αὖθις ἐπὶ τὸν στρατὸν ἔφη χαλεπῆναι μὲν τῶν γεγονότων ὑπὸ ἀνάγκης στρατιωτικῆς ὀλίγοις ἀντὶ πλεόνων ὧν ἐκόλαζεν ὁ νόμος, αὐτοὺς δὲ εἰδέναι σαφῶς οὔτε ὠμὸν οὔτε μικρολόγον Ἀντώνιον. ἀλλʼ ὁ μὲν φθόνος οἰχέσθω, κεκορεσμένος, ἔφη, καὶ τοῖς ἁμαρτήμασι καὶ ταῖς κολάσεσι· τὰς δὲ ἑκατὸν δραχμὰς ὑμῖν οὐ δωρεάν (οὐ γὰρ τοῦτό γε τῆς Ἀντωνίου τύχης), ἀλλὰ τῆς πρώτης ἐς ὑμᾶς ἐντεύξεως προσαγορευτικὸν μᾶλλον ἢ δωρεὰν ἐκέλευσα δοθῆναι, καὶ χρὴ νόμῳ πατρίῳ τε καὶ στρατιωτικῷ καὶ ἐς τάδε καὶ ἐς πάντα εὐπειθεῖς ὑπάρχειν. ὁ μὲν οὕτως εἶπεν, οὐδέν τι ἔτι προσθεὶς τῇ δωρεᾷ τοῦ μὴ δοκεῖν ὁ στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ. οἱ δὲ ἐλάμβανον, εἴτε μεταγνόντες εἴτε καὶ δεδιότες. ὁ δὲ αὐτῶν τοὺς μὲν ταξιάρχους, εἴτε μηνίων ἔτι τῆς στάσεως εἴθʼ ἑτέρως ὑπονοῶν, ἐνήλλασσε, τοὺς δὲ λοιποὺς καὶ τἆλλα ἐν ταῖς χρείαις ἐδεξιοῦτο καὶ προύπεμπεν ἀνὰ μέρος τὴν παραθαλάσσιον ὁδεύειν ἐπὶ Ἀριμίνου.
 
αὐτὸς δʼ ἐπιλεξάμενος ἐκ πάντων στρατηγίδα σπεῖραν ἀνδρῶν ἀρίστων τά τε σώματα καὶ τὸν τρόπον ὥδευεν ἐς Ῥώμην ὡς ἐκεῖθεν ἐπὶ τὸ Ἀρίμινον ὁρμήσων. ἐσῄει δὲ ἐς τὴν πόλιν σοβαρῶς, τὴν μὲν ἴλην πρὸ τοῦ ἄστεως στρατοπεδεύσας, τοὺς δʼ ἀμφʼ αὑτὸν ἔχων ὑπεζωσμένους καὶ τὴν οἰκίαν νυκτοφυλακοῦντας ἐνόπλους· συνθήματά τε αὐτοῖς ἐδίδοτο, καὶ αἱ φυλακαὶ παρὰ μέρος ἦσαν ὡς ἐν στρατοπέδῳ. συναγαγὼν δὲ τὴν βουλὴν ὡς μεμψόμενος Καίσαρι περὶ τῶν πεπραγμένων, ἐσιὼν ἤδη μανθάνει τῶν τεσσάρων τελῶν τὸ καλούμενον Ἄρειον κατὰ τὴν ὁδὸν ἐς Καίσαρα μετατεθεῖσθαι. καὶ αὐτῷ τὴν εἴσοδον ἐπισχόντι τε καὶ διαποροῦντι ἀγγέλλεται καὶ τὸ καλούμενον τέταρτον ὁμοίως τοῖς Ἀρείοις ἐς Καίσαρα μετατεθεῖσθαι. διαταραχθεὶς οὖν εἰσῆλθε μὲν ἐς τὸ βουλευτήριον, ὡς δʼ ἐφʼ ἕτερα αὐτοὺς συναγαγὼν μικρὰ διελέχθη καὶ εὐθὺς ἐπὶ τὰς πύλας ἐχώρει καὶ ἀπὸ τῶν πυλῶν ἐπὶ Ἄλβην πόλιν ὡς μεταπείσων τοὺς ἀποστάντας. βαλλόμενος δʼ ἀπὸ τοῦ τείχους ἀνέστρεφε καὶ τοῖς ἄλλοις τέλεσι προσέπεμπεν ἀνὰ πεντακοσίας δραχμὰς ἑκάστῳ, καὶ σὺν οἷς εἶχεν αὐτὸς ἐς Τίβυρον ἐξῄει, σκευὴν ἔχων τὴν συνήθη τοῖς ἐπὶ τοὺς πολέμους ἐξιοῦσι· καὶ γὰρ ἤδη σαφὴς ἦν ὁ πόλεμος, Δέκμου τὴν Κελτικὴν οὐ μεθιέντος.
 
δεῦρο δὲ ὄντι ἥ τε βουλὴ σχεδὸν ἅπασα καὶ τῶν ἱππέων τὸ πλεῖστον ἀφίκετο ἐπὶ τιμῇ καὶ ἀπὸ τοῦ δήμου τὸ ἀξιολογώτατον· οἱ καὶ καταλαβόντες αὐτὸν ὁρκοῦντα τοὺς παρόντας οἱ στρατιώτας καὶ τοὺς ἐκ τῶν πάλαι στρατευσαμένων συνδραμόντας (πολὺ γὰρ καὶ τοῦτο ἦν) συνώμνυον ἑκόντες οὐκ ἐκλείψειν τὴν ἐς Ἀντώνιον εὔνοιάν τε καὶ πίστιν, ὡς ἀπορῆσαι, τίνες ἦσαν, οἳ πρὸ ὀλίγου παρὰ τὴν Καίσαρος ἐκκλησίαν τὸν Ἀντώνιον ἐβλασφήμουν.
 
ὁ μὲν δὴ λαμπρῶς οὕτως ἐς τὸ Ἀρίμινον προεπέμπετο, ὅθεν ἐστὶν ἡ τῆς Κελτικῆς ἀρχή. καὶ ὁ στρατὸς ἦν αὐτῷ, χωρίς γε τῶν νεολέκτων, τρία τέλη τὰ ἐκ Μακεδονίας μετάπεμπτα ʽἤδη γὰρ αὐτῷ καὶ τὸ λοιπὸν ἀφῖκτὀ, ἐξεστρατευμένων δὲ ἕν, οἳ καὶ γηρῶντες ὅμως ἐδόκουν νεοσυλλόγων ἀμείνους ἐς τὸ διπλάσιον εἶναι. οὕτω μὲν Ἀντωνίῳ τέσσαρα ἐγίγνετο τέλη γεγυμνασμένων ἀνδρῶν καὶ ὅσον ἐξ ἔθους αὐτοῖς ἐπίκουρον ἄλλο ἕπεται, καὶ ἡ τοῦ σώματος φρουρὰ καὶ τὰ νεόλεκτα. Λέπιδός τε ἔχων ἐν Ἰβηρίᾳ τέσσαρα τέλη καὶ Ἀσίνιος Πολλίων δύο καὶ Πλάγκος ἐν τῇ ἑτέρᾳ Κελτικῇ τρία ἐδόκουν αἱρήσεσθαι τὰ Ἀντωνίου.
 
Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δʼ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλʼ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δʼ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.
 
τῷ Καίσαρι δʼ ὁ στρατὸς πελέκεάς τε καὶ ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες, ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι, πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπʼ ἄρχουσι ταχθέντων. ὁ δὲ τὴν μὲν τιμὴν ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα καθʼ ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον.
 
διαλυθέντων δὲ μόλις οὕτω καὶ τῶν ἡγεμόνων ἐς ὑπεροψίαν αὐτὸν αἰτιωμένων, ἐξελογεῖτο αὐτοῖς τὴν βουλὴν οὐκ εὐνοίᾳ πρὸς αὑτὸν ἀποκλίνειν μᾶλλον ἢ Ἀντωνίου δέει καὶ στρατιᾶς ἀπορίᾳ, μέχρι καθέλωμεν ἡμεῖς Ἀντώνιον καὶ οἱ σφαγεῖς φίλοι τε τῇ βουλῇ καὶ συγγενεῖς ὄντες δύναμιν αὐτοῖς συναγάγωσιν· ὧν αἰσθανόμενος ὑπηρετεῖν ὑποκρίνομαι. μὴ δὴ πρότεροι τὴν ὑπόκρισιν ἀποκαλύπτωμεν, ὡς προλαβοῦσι μὲν ἡμῖν τὴν ἀρχὴν ἐπικαλέσουσιν ὕβριν ἢ βίαν, αἰδεσθεῖσι δʼ ἴσως ἐπιδώσουσιν αὐτοὶ δέει, μὴ παρʼ ὑμῶν λάβοιμι. τοιάδε εἰπὼν ἐθεᾶτο γυμνάσια τῶν δύο τελῶν τῶν αὐτομολησάντων ἀπʼ Ἀντωνίου, διαστάντων τε ἐς ἀλλήλους καὶ δρώντων ἀφειδῶς ἔργα πολέμου πάντα πλὴν ἐς μόνον θάνατον. ἡσθεὶς οὖν τῇ θέᾳ καὶ τῆς προφάσεως ἐπιβαίνων ἄσμενος, ἑτέρας αὐτῶν ἑκάστῳ πεντακοσίας δραχμὰς ἐπεδίδου καί, εἴ τις πολέμου χρεία γένοιτο, νικήσασιν ἐπηγγέλλετο πεντακισχιλίας. ὧδε μὲν ὁ Καῖσαρ δαψιλείᾳ δωρεῶν τοὺς μισθοφόρους ἐκρατύνετο.
 
καὶ τάδε μὲν ἦν ἀνὰ τὴν Ἰταλίαν, ἐν δὲ τῇ Κελτικῇ τὸν Δέκμον ὁ Ἀντώνιος ἐκέλευσεν ἐς Μακεδονίαν μετιέναι, πειθόμενόν τε τῷ δήμῳ καὶ φειδόμενον ἑαυτοῦ. ὁ δὲ ἀντέπεμπεν αὐτῷ τὰ παρὰ τῆς βουλῆς οἱ κεκομισμένα γράμματα, ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον. Ἀντωνίου δʼ αὐτῷ προθεσμίαν ὁρίζοντος, μεθʼ ἣν ὡς πολεμίῳ χρήσεται, μακροτέραν ὁ Δέκμος ἐκέλευεν ὁρίζειν ἑαυτῷ, μὴ θᾶσσον γένοιτο τῇ βουλῇ πολέμιος. καὶ ὁ Ἀντώνιος εὐμαρῶς ἂν αὐτοῦ κρατήσας ἔτι ὄντος ἐν πεδίῳ ἐπὶ τὰς πόλεις ἔκρινε προελθεῖν. αἱ δὲ αὐτὸν ἐδέχοντο. καὶ δείσας ὁ Δέκμος, μὴ οὐδʼ ἐσελθεῖν ἔς τινα αὐτῶν ἔτι δύνηται, πλάσσεται γράμματα τῆς βουλῆς καλούσης αὐτὸν ἐς Ῥώμην σὺν τῷ στρατῷ· καὶ ἀναζεύξας ἐχώρει τὴν ἐπὶ τῆς Ἰταλίας, ὑποδεχομένων αὐτὸν ὡς ἀπιόντα πάντων, μέχρι Μουτίνην παροδεύων, πόλιν εὐδαίμονα, τάς τε πύλας ἀπέκλειε καὶ τὰ τῶν Μουτιναίων ἐς τὰς τροφὰς συνέφερεν, ὑποζύγιά τε ὅσα ἦν κατέθυε καὶ ἐταρίχευε δέει, μὴ χρόνιος ἡ πολιορκία γένοιτο, καὶ τὸν Ἀντώνιον ὑπέμενε. στρατιὰ δʼ ἦν αὐτῷ μονομάχων τε πλῆθος καὶ ὁπλιτῶν τρία τέλη, ὧν ἓν μὲν ἦν ἀρτιστρατεύτων ἀνδρῶν ἔτι ἀπείρων, δύο δέ, ἃ καὶ πρότερον ὑπεστρατευμένα αὐτῷ πιστότατα ἦν. ὁ δʼ Ἀντώνιος ἐπελθὼν αὐτῷ σὺν ὀργῇ τὴν Μουτίνην ἀπετάφρευέ τε καὶ ἀπετείχιζε.
 
καὶ Δέκμος μὲν ἐπολιορκεῖτο, ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐτήσιον νουμηνίαν ὕπατοι γενόμενοι Ἵρτιός τε καὶ Πάνσας τὴν βουλὴν εὐθὺς ἐπὶ ταῖς θυσίαις ἐν αὐτῷ τῷ ἱερῷ συνῆγον ἐπὶ Ἀντωνίῳ. Κικέρων μὲν δὴ καὶ οἱ Κικέρωνος φίλοι πολέμιον αὐτὸν ἠξίουν ἤδη ψηφίσασθαι, τὴν Κελτικὴν ἀκούσης τῆς βουλῆς ἐς ἐπιτείχισμα τῆς πατρίδος βιαζόμενον ὅπλοις καὶ τὸν ἐπὶ Θρᾷκας αὐτῷ δεδομένον στρατὸν ἐς τὴν Ἰταλίαν διαγαγόντα· ἐπελέγοντο δὲ καὶ τὴν ἄλλην αὐτοῦ μετὰ Καίσαρα προαίρεσιν, ἔν τε τῇ πόλει φανερῶς δορυφορηθέντος ὑπὸ τοσῶνδε λοχαγῶν καὶ περὶ τὴν οἰκίαν ὥσπερ ἄκραν ὅπλοις καὶ συνθήμασι κεχρημένου καὶ τἆλλα σοβαρωτέρου σφίσι φανέντος ἢ κατὰ τὴν ἐτήσιον ἀρχήν. Λεύκιος δὲ Πείσων, ὁ τῷ Ἀντωνίῳ τὴν ἀποδημίαν ἐπιτροπεύων, ἀνὴρ ἐν τοῖς μάλιστα Ῥωμαίων ἐπιφανής, ὅσοι τε ἄλλοι τῷ Πείσωνι διʼ αὐτὸν ἢ διʼ Ἀντώνιον ἢ κατʼ οἰκείαν γνώμην προσετίθεντο, καλεῖν αὐτὸν ἐς κρίσιν ἠξίουν, ὡς οὐ πάτριον σφίσιν ἀκρίτου καταδικάζειν οὐδʼ εὐπρεπὲς τοῦ χθὲς ὑπάτου τῆς ἐπιούσης ἡμέρας, οὗ γε μάλιστα συνεχεῖς ἐπαίνους ἄλλοι τε καὶ Κικέρων αὐτὸς εἶπε πολλάκις. ἡ δὲ βουλὴ τότε μὲν ἀγχώμαλοι ταῖς γνώμαις ἐς νύκτα περιῆλθον, ἅμα δʼ ἕῳ περὶ τῶν αὐτῶν ἐς τὸ βουλευτήριον συνελέγοντο· ἔνθα τῶν Κικερωνείων ἐπιβαρούντων ἐψήφιστο ἂν ὁ Ἀντώνιος πολέμιος, εἰ μὴ τῶν δημάρχων Σάλουιος ἐς τὴν ἐπιοῦσαν ἐκέλευσεν ἀναθέσθαι. ἔστι δὲ ἐν τοῖς ἄρχουσιν ὁ κωλύων ἀεὶ δυνατώτερος.
 
οἱ μὲν δὴ Κικερώνειοι καὶ τούτῳ μάλα φορτικῶς ὠνείδιζόν τε καὶ ἐνύβριζον καὶ τὸν δῆμον ἐκδραμόντες ἠρέθιζον ἐπʼ αὐτὸν καὶ τὸν Σάλουιον ἐς αὐτὸν ἐκάλουν. ὁ δὲ ἀκαταπλήκτως ἐξέτρεχεν, ἕως ἡ βουλὴ κατέσχε δείσασα, μὴ μεταπείσειε τὸν δῆμον ἐς μνήμην ἀγαγὼν Ἀντωνίου. οὐ γὰρ ἠγνόουν καταγινώσκοντες ἀνδρὸς ἐπιφανοῦς πρὸ δίκης οὐδʼ ὅτι τὴν Κελτικὴν ὁ δῆμος αὐτῷ δεδώκει· ἀλλʼ ὑπὲρ τῶν σφαγέων δεδιότες ὠργίζοντο πρώτῳ μετὰ τὴν ἀμνηστίαν ἀνακινήσαντι τὰ κατʼ αὐτούς. διὸ καὶ τῷ Καίσαρι ἐς αὐτὸν προκατεχρῶντο· καὶ ὁ Καῖσαρ οὐκ ἀγνοῶν ᾑρεῖτο καὶ αὐτὸς ὅμως προκαθελεῖν τὸν Ἀντώνιον. τοιᾷδε μὲν ἡ βουλὴ γνώμῃ τὸν Ἀντώνιον εἶχεν ἐν ὀργῇ, ἀναθέμενοι δὲ τὴν ψῆφον, ὡς ὁ δήμαρχος ἐκέλευεν, ἐψηφίσαντο ὅμως Δέκμον τε ἐπαινέσαι οὐκ ἐκστάντα Ἀντωνίῳ τῆς Κελτικῆς, καὶ τοῖς ὑπάτοις Ἱρτίῳ καὶ Πάνσᾳ Καίσαρα συστρατηγεῖν οὗ νῦν ἔχει στρατοῦ, ἐπίχρυσόν τε αὐτοῦ εἰκόνα τεθῆναι καὶ γνώμην αὐτὸν ἐσφέρειν ἐν τοῖς ὑπατικοῖς ἤδη καὶ τὴν ὑπατείαν αὐτὴν μετιέναι τοῦ νόμου θᾶσσον ἔτεσι δέκα, ἔκ τε τοῦ δημοσίου δοθῆναι τοῖς τέλεσι τοῖς ἐς αὐτὸν ἀπὸ Ἀντωνίου μεταστᾶσιν, ὅσον αὐτοῖς ὁ Καῖσαρ ἐπὶ τῇ νίκῃ δώσειν ὑπέσχετο.
 
οἱ μὲν δὴ ταῦτα ψηφισάμενοι διελύθησαν, ὡς τὸν Ἀντώνιον ἔργῳ διὰ τῶνδε εἰδέναι πολέμιον ἐψηφισμένον καὶ τὸν δήμαρχον ἐς τὴν ἐπιοῦσαν οὐδὲν ἔτι ἀντεροῦντα· Ἀντωνίου δὲ ἡ μήτηρ καὶ ἡ γυνὴ καὶ παῖς ἔτι μειράκιον οἵ τε ἄλλοι οἰκεῖοι καὶ φίλοι διʼ ὅλης τῆς νυκτὸς ἐς τὰς τῶν δυνατῶν οἰκίας διέθεον ἱκετεύοντες καὶ μεθʼ ἡμέραν ἐς τὸ βουλευτήριον ἰόντας ἠνώχλουν, ῥιπτούμενοί τε πρὸ ποδῶν σὺν οἰμωγῇ καὶ ὀλολυγαῖς καὶ μελαίνῃ στολῇ παρὰ θύραις ἐκβοῶντες. οἱ δὲ ὑπό τε τῆς φωνῆς καὶ τῆς ὄψεως καὶ μεταβολῆς ἐς τοσοῦτον αἰφνιδίου γενομένης ἐκάμπτοντο. δείσας δʼ ὁ Κικέρων ἐβουληγόρησεν ὧδε.
 
ἃ μὲν ἔδει γνῶναι περὶ Ἀντωνίου, ἐχθὲς ἔγνωμεν· οἷς γὰρ αὐτοῦ τοὺς ἐχθροὺς ἐτιμῶμεν, τούτοις ἐψηφιζόμεθα εἶναι πολέμιον. Σάλουιον δὲ τὸν μόνον ἐμποδὼν γινόμενον ἢ πάντων εἶναι χρὴ συνετώτερον ἢ φιλίᾳ τάδε πράσσειν ἢ τῶν ἐνεστώτων ἀμαθίᾳ. ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη· ἀμαθῶς δʼ αὐτὸν ἔχοντα τῶν παρόντων ἔδει πιστεύειν ὑπάτοις ἀνθʼ ἑαυτοῦ καὶ στρατηγοῖς καὶ δημάρχοις τοῖς συνάρχουσιν αὐτῷ καὶ τοῖς ἄλλοις βουλευταῖς, οἳ τοσοίδε τὴν ἀξίωσίν τε καὶ τὸν ἀριθμὸν ὄντες διά τε ἡλικίαν καὶ ἐμπειρίαν ὑπὲρ τὸν Σάλουιον, καταγινώκομεν Ἀντωνίου. ἔστι δʼ ἔν τε χειροτονίαις καὶ δίκαις αἰεὶ τὸ πλέον δικαιότερον. εἰ δὲ καὶ νῦν ἔτι χρῄζει τὰς αἰτίας μαθεῖν, λελέξεται διὰ βραχέος, ὡς ἐν ἀναμνήσει, τὰ μέγιστα αὐτῶν.
 
τὰ χρήματα ἡμῶν Καίσαρος ἀποθανόντος ἐσφετερίσατο Ἀντώνιος. Μακεδονίας ἄρχειν παρʼ ἡμῶν ἐπιτυχὼν ἐπὶ τὴν Κελτικὴν ὥρμησε χωρὶς ἡμῶν. τὸν στρατὸν ἐπὶ Θρᾷκας λαβὼν ἀντὶ Θρᾳκῶν ἐπήγαγεν ἡμῖν ἐς τὴν Ἰταλίαν. ἑκάτερα τούτων αἰτήσας ἡμᾶς ἐπʼ ἐνέδρᾳ καὶ οὐ λαβὼν ἔπραξε διʼ ἑαυτοῦ. σπεῖραν ἐν Βρεντεσίῳ βασιλικὴν συνέταξεν ἀμφʼ αὑτὸν εἶναι, καὶ φανερῶς αὐτὸν ἐν τῇ πόλει σιδηροφοροῦντες ἄνδρες ἐδορυφόρουν τε καὶ ἐνυκτοφυλάκουν ὑπὸ συνθήματι. ἦγεν ἐκ τοῦ Βρεντεσίου καὶ τὸν ἄλλον στρατὸν ἐς τὴν πόλιν ἅπαντα, συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ· Καίσαρος δὲ αὐτὸν τοῦ νέου σὺν ἑτέρῳ στρατῷ φθάσαντος ἔδεισε καὶ ἐς τὴν Κελτικὴν ἐτράπετο ὡς εὔκαιρον ἐφʼ ἡμῖν ὁρμητήριον, ὅτι καὶ ὁ Καῖσαρ ἐκεῖθεν ὁρμώμενος ἐδυνάστευσεν ἡμῶν.
 
τὴν στρατιὰν ἐπὶ τοῖσδε καταπλησσόμενος, ἵνα πρὸς μηθὲν αὐτῷ παρανομοῦντι κατοκνῇ, διεκλήρωσεν ἐς θάνατον, οὐ στασιάσαντας ἢ φυλακὴν ἢ τάξιν ἐν πολέμῳ λιπόντας, ἐφʼ ὧν μόνων ὁ στρατιωτικὸς νόμος τὴν οὕτως ὠμὴν ὥρισε τιμωρίαν, καὶ ὅμως αὐτῇ καὶ ἐπὶ τοῖσδε ὀλίγοι μόλις ἐν τοῖς πάνυ κινδύνοις ἐχρήσαντο ὑπʼ ἀνάγκης· ὁ δὲ φωνῆς ἢ γέλωτος ἦγεν ἐς θάνατον τοὺς πολίτας καὶ θάνατον οὐ τῶν ἐλεγχθέντων, ἀλλὰ τῶν διαλαχόντων. τοιγαροῦν οἱ μὲν δυνηθέντες ἀπέστησαν αὐτοῦ, καὶ ὑμεῖς αὐτοῖς ὡς εὖ πράξασι δωρεὰς χθὲς ἐψηφίσασθε· οἱ δὲ οὐ δυνηθέντες ἀποδρᾶναι δεδιότες συναδικοῦσι καὶ χωροῦσιν ἐπὶ χώραν ὑμετέραν πολέμιοι καὶ πολιορκοῦσι στρατὸν ὑμέτερον καὶ στρατηγὸν ὑμέτερον, ᾧ γράφετε μὲν ὑμεῖς ἐμμένειν τῇ Κελτικῇ, Ἀντώνιος δʼ ἐξιέναι κελεύει. πότερον οὖν ἡμεῖς Ἀντώνιον ψηφιζόμεθα εἶναι πολέμιον, ἢ Ἀντώνιος ἡμᾶς ἤδη πολεμεῖ, καὶ ὁ δήμαρχος ἡμῶν ἔτι ἀγνοεῖ, μέχρι ἄρα Δέκμου πεσόντος ἥ τε χώρα τοσήδε οὖσα καὶ ὅμορος ἡμῖν καὶ ἐπὶ τῇ χώρᾳ ὁ Δέκμου στρατὸς ἐς τὰς καθʼ ἡμῶν ἐλπίδας Ἀντωνίῳ προσγένηται. τότε γὰρ αὐτόν, ὡς ἔοικεν, ὁ δήμαρχος ψηφιεῖται πολέμιον, ὅταν ἡμῶν γένηται δυνατώτερος.
 
ταῦτʼ ἔτι τοῦ Κικέρωνος λέγοντος οἱ φίλοι θορυβοῦντες ἀπαύστως οὐδενὶ ἀντειπεῖν ἐπέτρεπον, μέχρι Πείσωνος αὐτοῦ παρελθόντος ἥ τε ἄλλη βουλὴ κατʼ αἰδῶ τοῦ ἀνδρὸς ἡσύχασε καὶ οἱ τοῦ Κικέρωνος ἠνέσχοντο. καὶ ἔλεγεν ὁ Πείσων·
 
ὁ μὲν νόμος, ὦ βουλή, δικαιοῖ τὸν εὐθυνόμενον αὐτὸν ἀκοῦσαί τε τῆς κατηγορίας καὶ ἀπολογησάμενον ὑπὲρ αὑτοῦ κρίνεσθαι· καὶ τὸν δεινότατον εἰπεῖν Κικέρωνα ἐς ταῦτα προκαλοῦμαι. ἐπεὶ δὲ ὀκνεῖ μὲν παρόντος Ἀντωνίου κατηγορεῖν, ἀπόντος δʼ ἐγκλήματά τινα εἶπεν ὡς μέγιστα ἐκ πάντων καὶ ἀναμφίλογα ὄντα, παρῆλθον ἐγὼ δείξων αὐτὰ ψευδῆ βραχυτάταις ἀποκρισεσι. τὰ χρήματά φησιν Ἀντώνιον τὰ κοινὰ μετὰ τὴν Καίσαρος τελευτὴν σφετερίσασθαι, τοῦ μὲν νόμου τὸν κλέπτην οὐ πολέμιον ἀποφαίνοντος, ἀλλὰ ὡρισμένῃ δίκῃ ζημιοῦντος, Βρούτου δὲ τοῦ Καίσαρα κτείναντος ἐν τῷ δήμῳ καὶ τόδε κατηγορήσαντος, ὅτι ὁ Καῖσαρ τὰ χρήματα διεφόρησε καὶ κενὰ καταλέλοιπε τὰ ταμιεῖα, Ἀντωνίου δὲ μετʼ οὐ πολὺ ζητεῖν αὐτὰ ψηφισαμένου καὶ ὑμῶν ἀποδεξαμένων τε τὴν γνώμην καὶ κεκυρωκότων καὶ γέρας τοῖς μηνύουσι δεκάτην ὑπεσχημένων, ἣν διπλασιάσομεν ἡμεῖς, εἴ τις Ἀντώνιον περὶ αὐτῶν ἔχοι τι διελέγχειν.
 
καὶ τάδε μὲν περὶ τῶν χρημάτων· τὴν δὲ Κελτικὴν ἡγεμονίαν οὐκ ἐψηφισάμεθα μὲν ἡμεῖς Ἀντωνίῳ, ἔδωκε δὲ ὁ δῆμος νόμῳ, παρόντος αὐτοῦ Κικέρωνος, ᾧ τρόπῳ καὶ ἕτερα πολλάκις ἔδωκε καὶ τήνδε τὴν ἡγεμονίαν αὐτὴν Καίσαρι πάλαι. μέρος δʼ ἐστὶ τοῦ νόμου τὸν Ἀντώνιον, τὴν δεδομένην οἱ μετιόντα, Δέκμῳ μὴ παραχωροῦντι πολεμεῖν καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα. ἀλλὰ Κικέρων Δέκμον μὲν οὐχ ἡγεῖται πολέμιον, ἐναντία τῷ νόμῳ τιθέμενον ὅπλα, Ἀντώνιον δὲ πολέμιον, τῷ νόμῳ συμμαχοῦντα. εἰ δὲ αὐτὸν αἰτιᾶται τὸν νόμον, τοὺς θεμένους αἰτιᾶται· οὓς ἔδει μεταπείθειν, οὐχὶ συνθέμενον ὑβρίζειν, οὐδὲ τὴν χώραν Δέκμῳ μὲν πιστεύειν, ὃν ὁ δῆμος ἐδίωξεν ἐπὶ τῷ φόνῳ, Ἀντωνίῳ δὲ ἀπιστεῖν, ὅ τι ὁ δῆμος ἔδωκεν. οὐ γὰρ εὖ βουλευομένων ἐστὶ διαστασιάζεσθαι πρὸς τὸν δῆμον ἐν καιροῖς μάλιστα ἐπικινδύνοις οὐδὲ ἀμνημονεῖν, ὅτι καὶ τόδε αὐτὸ τοῦ δήμου πρότερον ἦν, τὸ κρίνειν τὰ φίλια καὶ πολέμια. μόνος γὰρ ἐκ τῶν πάλαι νόμων ὁ δῆμος αὐτοκράτωρ εἰρήνης πέρι καὶ πολέμου σκοπεῖν. ὧν μηδὲν ὁ δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος.
 
ἀλλʼ ἔκτεινέ τινας τῶν στρατιωτῶν ὁ Ἀντώνιος. αὐτοκράτωρ γε ὢν καὶ ἐς τοῦτο ὑφʼ ὑμῶν κεχειροτονημένος. καὶ οὐδείς πω τῶνδε λόγον ὑπέσχεν αὐτοκράτωρ. οὐ γὰρ ἔκριναν οἱ νόμοι λυσιτελήσειν ἡμῖν τὸν ἄρχοντα τοῖς στρατευομένοις ὑπεύθυνον εἶναι· οὐδʼ ἔστιν ἀπειθείας τι χεῖρον ἐν στρατοπέδῳ, διʼ ἣν καὶ νικῶντές τινες ἀνῃρέθησαν, καὶ οὐδεὶς εὔθυνε τοὺς ἀνελόντας. οὐδὲ τῶν νῦν συγγενὴς οὐδείς, ἀλλὰ Κικέρων ἐπιμέμφεται καὶ φόνου κατηγορῶν πολέμιον κοινὸν ἀντὶ τῶν ὡρισμένων ἐπιτιμίων τοῖς φονεῦσι τίθεται. Ἀντωνίῳ δὲ τὸ στρατόπεδον ὅπως τε ἄτακτον ἦν καὶ ὅπως κατεφρόνει, δηλοῖ καὶ τὰ μεταστάντα αὐτοῦ δύο τέλη, ἃ ὑμεῖς μὲν ἐψηφίσασθε Ἀντωνίῳ στρατεύειν, αὐτομολήσαντα δὲ παρὰ τοὺς στρατιωτικοὺς νόμους, οὐ πρὸς ὑμᾶς, ἀλλʼ ἐς Καίσαρα, ὁ Κικέρων ὅμως ἐπῄνεσε καὶ ἐκ τῶν κοινῶν ἐχθὲς ἐμισθοδότησε· καὶ μή ποτε ὑμᾶς λυπήσειε τὸ παράδειγμα. Κικέρωνα δὲ καὶ ἐς ἀνωμαλίαν ἐξέστησεν ἡ ἔχθρα· κατηγορεῖ γὰρ Ἀντωνίου τυραννίδα καὶ κόλασιν στρατιωτῶν, ἀεὶ τῶν ἐπιβουλευόντων τὰ στρατεύματα θεραπευόντων, οὐ κολαζόντων. ἐπεὶ δὲ οὐκ ὤκνησεν οὐδε τὴν ἄλλην Ἀντωνίου μετὰ Καίσαρα ἀρχὴν ὡς τυραννικὴν διαβαλεῖν, φέρε πύθωμαι καθʼ ἕκαστον ὧδε.
 
τίνα ἔκτεινεν ὡς τύραννος ἄκριτον ὁ νῦν κινδυνεύων ἀκρίτως; τίνα δʼ ἐξέβαλε τῆς πόλεως; τίνα δὲ ὑμῖν διέβαλεν; ἢ καθʼ ἕνα μὲν τοιόσδε ἦν, ἐπεβούλευε δὲ πᾶσιν ὁμοῦ; πότε, ὦ Κικέρων; ὅτε τὴν ἀμνηστίαν ἐκύρου τῶν γεγονότων; ἢ ὅτε μηδένα διώκεσθαι φόνου; ἢ ὅτε ζήτησιν εἶναι τῶν κοινῶν χρημάτων; ἢ ὅτε Πομπήιον τὸν Πομπηίου τοῦ ὑμετέρου κατεκάλει καὶ τὴν πατρῴαν ἐκ τῶν δημοσίων αὐτῷ διέλυε περιουσίαν; ἢ ὅτε τὸν Ψευδομάριον λαβὼν ἐπιβουλεύοντα ἀπέκτεινε καὶ ἐπῃνέσατε πάντες καὶ τοῦτο μόνον διʼ ὑμᾶς οὐ διέβαλε Κικέρων; ἢ ὅτε ἐψηφίζετο μὴ εἰσηγεῖσθαι περὶ δικτάτορος μηδένα μήτε ἐπιψηφίζειν, ἢ νηποινεὶ πρὸς τοῦ θέλοντος ἀποθνῄσκειν; ταῦτα γάρ ἐστιν, ἃ ἐπολιτεύσατο ἡμῖν Ἀντώνιος ἐν δύο μησίν, οἷς μόνοις ἐπέμεινε τῇ πόλει μετὰ Καίσαρα, ἄρτι μὲν τοῦ δήμου τοὺς φονέας διώκοντος, ἄρτι δὲ ὑμῶν δεδιότων ἐπὶ τοῖς ἐσομένοις· οὗ τίνα καιρόν, εἰ πονηρὸς ἦν, ἀμείνονα εἶχεν;
 
ἀλλʼ ἐς τὰ ἐναντία· οὐκ ἦρχε. πῶς; οὐ μόνος ἦρχεν ἀποδημήσαντος ἐπὶ Συρίας Δολοβέλλα; οὐ στρατὸν εἶχεν ἕτοιμον ἐν τῇ πόλει τὸν ὑφʼ ἡμῶν αὐτῷ δεδομένον; οὐκ ἐνυκτοφυλάκει τὴν πόλιν; οὐκ ἐνυκτοφυλακεῖτο διὰ τὴν τῶν ἐχθρῶν ἐπιβουλήν; οὐ πρόφασιν εἶχε τὴν σφαγὴν Καίσαρος, φίλου τέ οἱ καὶ εὐεργέτου ὄντος καὶ τῷ δήμῳ μάλιστα ὑπεραρέσκοντος; οὐχ ἑτέραν εἶχεν οἰκείαν, ἐπιβεβουλευμένος ἐς τὸ σῶμα ὑπὸ τῶν ἀνδρῶν; ὧν ἔκτεινε μὲν ἢ ἐφυγάδευσεν οὐδένα, συνέγνω δέ, ὅσον εἶχε μέτρου καλῶς, καὶ διδομένας αὐτοῖς ἡγεμονίας οὐκ ἐφθόνησε δοθῆναι.
 
τὰ μὲν δὴ μέγιστα, ὦ Ῥωμαῖοι, καὶ ἀναμφίλογα Κικέρωνος ἐς τὸν Ἀντώνιον ἐγκλήματα ὁρᾶτε· ἐπεὶ δέ γε ἐπὶ τοῖς ἐγκλήμασι καὶ μαντεύματα ἐπάγουσιν, ὡς ὁ Ἀντώνιος ἔμελλε μὲν τὸν στρατὸν ἄξειν ἐπὶ τὴν πόλιν, δείσειε δὲ προλαβόντος αὐτὴν ἑτέρῳ στρατῷ Καίσαρος, πῶς οὖν, εἰ τὸ μελλῆσαι μόνον ἐστὶν ἀνδρὸς πολεμίου, τὸν ἐλθόντα καὶ παραστρατοπεδεύσαντα ἡμῖν ἀσήμαντον οὐχ ἡγεῖται πολέμιον; πῶς δʼ, εἴπερ ἤθελεν ὁ Ἀντώνιος, οὐκ ἀφίκετο; ἢ τρισμυρίους ἔχων συντεταγμένους ἔδεισε τρισχιλίους τοὺς ἀμφὶ τὸν Καίσαρα ὄντας ἀνόπλους, ἀσυντάκτους, ἐς μόνας Καίσαρι διαλλαγὰς συνελθόντας καὶ εὐθύς, ὡς ἔγνωσαν πολεμεῖν αἱρούμενον, καταλιπόντας; εἰ δὲ μετὰ τρισμυρίων ἐλθεῖν ἔδεισε, πῶς ἦλθε μετὰ μόνων χιλίων; μεθʼ ὧν αὐτὸν ἐς τὸ Τίβυρον ἐξιόντα πόσοι προεπέμπομεν καὶ πόσοι συνώμνυμεν οὐχ ὁρκούμενοι; πόσους δὲ Κικέρων ἐπαίνους ἐς τὴν πολιτείαν αὐτοῦ καὶ ἀρετὴν ἀνάλισκε; πῶς δʼ αὐτὸς Ἀντώνιος, εἴ τι τοιοῦτον ἐγίγνωσκε, τὰ ἐνέχυρα τὰ νῦν ὄντα πρὸ τοῦ βουλευτηρίου κατέλιπεν ἡμῖν; μητέρα καὶ γυναῖκα καὶ μειράκιον υἱόν; οἳ κλαίουσι καὶ δεδίασι νῦν οὐ τὴν Ἀντωνίου πολιτείαν, ἀλλὰ τὴν τῶν ἐχθρῶν δυναστείαν.
 
ταῦτα μὲν δὴ πρὸς ὑμᾶς ἐξενήνοχα δεῖγμα τῆς Ἀντωνίου τε ἀπολογίας καὶ Κικέρωνος μεταβολῆς· παραίνεσιν δʼ ἐπιθήσω τοῖς εὖ φρονοῦσι μήτε ἐς τὸν δῆμον μήτε ἐς Ἀντώνιον ἁμαρτάνειν μηδὲ ἔχθρας καὶ κινδύνους ἐπάγειν τοῖς κοινοῖς, νοσούσης ἔτι τῆς πολιτείας καὶ ἀπορούσης τῶν ὀξέως ἀμυνούντων, δύναμιν δʼ ἐν τῇ πόλει συστησαμένους, πρὶν θορυβῆσαί τι τῶν ἔξω, τὴν ἀρκέσουσαν, τότε τοῖς ἑκάστοτε ἐπείγουσιν ἐφεδρεύειν καὶ κρίνειν, οὓς ἂν ἐθέλητε, δυναμένους τὸ κεκριμένον τελεῖν. πῶς οὖν ἔσται ταῦτα; ἐὰν Ἀντώνιον μὲν ἐῶμεν ἐς πρόφασιν ἢ χάριν τοῦ δήμου τὴν Κελτικὴν ἔχειν, Δέκμον δὲ μετὰ τριῶν ὧν ἔχει τελῶν ἐνθάδε καλῶμεν καὶ ἀφικόμενον ἐκπέμπωμεν ἐς Μακεδονίαν, τὰ τέλη κατασχόντες. εἰ δὲ καὶ τὰ ἀπʼ Ἀντωνίου μεταστάντα δύο πρὸς ἡμᾶς μετέστη, καθάπερ φησὶ Κικέρων, καὶ τάδε καλῶμεν ἀπὸ τοῦ Καίσαρος ἐς τὴν πόλιν. οὕτω γὰρ πέντε τελῶν ἡμῖν ὑπαρχόντων ψηφιζοίμεθα ἄν, ὅ τι δοκιμάζοιμεν, ἐγκρατῶς, ἐς οὐδενὸς ἀνδρὸς ἐλπίδας αἰωρούμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme