Book 3
2.16
ἐπὶ τάδε με δὴ τὸ πάθος ἐξήνεγκε παρὰ τὸ ἁρμόζον ἴσως ἐμοὶ τῆς τε ἡλικίας καὶ τῆς πρὸς σὲ αἰδοῦς. εἴρηται δʼ ὅμως ὡς ἐς ἀκριβέστερον φίλον Καίσαρι καὶ πλείστης ὑπʼ ἐκείνου τιμῆς καὶ δυνάμεως ἠξιωμένον καὶ τάχα ἂν αὐτῷ καὶ θετὸν γενόμενον, εἰ ᾔδει σε δεξόμενον Αἰνεάδην ἀντὶ Ἡρακλείδου γενέσθαι· τοῦτο γὰρ αὐτὸν ἐνδοιάσαι, πολὺν τῆς διαδοχῆς λόγον ποιούμενον.