Book 2
10.64
ὅθεν αὐτὸν οἱ μὲν φίλοι παρεκάλουν ἀποχρήσασθαι τοιᾷδε μετανοίᾳ καὶ προθυμίᾳ στρατοῦ· ὁ δʼ ἐς μὲν τὸ πλῆθος εἶπεν, ὅτι μετὰ βελτιόνων καιρῶν αὐτοὺς ἐπὶ τοὺς πολεμίους ἄξει, καὶ μεμνῆσθαι τῆσδε τῆς προθυμίας διεκελεύσατο, τοὺς δὲ φίλους ἀνεδίδασκεν, ὅτι χρὴ καὶ τῶνδε προεξελεῖν τὸν φόβον τῆς ἥττης πολὺν αὐτοῖς ἐγγενόμενον καὶ τῶν πολεμίων τὸ φρόνημα ἀκμάζον προκαθελεῖν. ὡμολόγει τε μεταγιγνώσκειν πρὸς Δυρραχίῳ στρατοπεδεύσας, ἔνθα ἔστιν ἡ παρασκευὴ πᾶσα Πομπηίῳ, δέον ἀποσπᾶν αὐτὸν ἑτέρωθι ἐς ὁμοίας ἀπορίας.
10.64
καὶ τάδε εἰπὼν ἐς Ἀπολλωνίαν εὐθὺς μετῄει καὶ ἀπʼ αὐτῆς ἐς Θεσσαλίαν νυκτὸς ὑπεχώρει λανθάνων· Γόμφους τε πόλιν μικρὰν οὐ δεχομένην αὐτὸν ἐξεῖλεν ὑπὸ ὀργῆς καὶ ἐπέτρεψε τῷ στρατῷ διαρπάσαι. οἱ δʼ ὡς ἐκ λιμοῦ πάντων ἐνεπίμπλαντο ἀθρόως καὶ ἐμεθύσκοντο ἀπρεπῶς, καὶ μάλιστα αὐτῶν οἱ Γερμανοὶ γελοιότατοι κατὰ τὴν μέθην ἦσαν, ὥστε δοκεῖ καὶ τότε ἂν ὁ Πομπήιος ἐπελθὼν ἐργάσασθαί τι λαμπρόν, εἰ μὴ διώκειν ὅλως ὑπερεῖδεν ἐκ καταφρονήσεως, μέχρι Καῖσαρ ἑπτὰ συντόνως ἡμέραις ὁδεύσας ἐστρατοπέδευσε περὶ Φάρσαλον. λέγεται δʼ ἐν τοῖς Γόμφοις γενέσθαι παθήματα γενναῖα καὶ νεκροὺς τῶν ἐπιφανῶν γερόντων ἐν ἰατρείῳ φανῆναι, κυλίκων αὐτοῖς παρακειμένων ἀτρώτοις, εἴκοσι μὲν ὡς ἐκ μέθης κατακεκλιμένους ἐπὶ τὸ ἔδαφος, ἕνα δʼ ἐπὶ θρόνου παρακαθεζόμενον οἷα ἰατρόν, ὃς τὸ φάρμακον αὐτοῖς ἄρα παρέσχε.