Book 2
διʼ ἃ καὶ ὁ Καῖσαρ αὐτὸς ἐβράδυνεν, ἔστε πού τι αὐτῷ κατασκεπτομένῳ προσπελάσας ὁ Πομπήιος ὠνείδισεν ἐς δειλίαν. καὶ τὸ ὄνειδος οὐκ ἐνεγκὼν ὁ Καῖσαρ ἐξέτασσε παρὰ πόλιν Κορδύβην, σύνθημα καὶ τότε δοὺς Ἀφροδίτην· ἔδωκε δὲ καὶ ὁ Πομπήιος Εὐσέβειαν. ὡς δὲ καὶ συνιόντων ἤδη τοῦ Καίσαρος στρατοῦ τὸ δέος ἥπτετο καὶ ὄκνος ἐπεγίγνετο τῷ φόβῳ, θεοὺς πάντας ὁ Καῖσαρ ἱκέτευε, τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνίσχων, μὴ ἑνὶ πόνῳ τῷδε πολλὰ καὶ λαμπρὰ ἔργα μιῆναι, καὶ τοὺς στρατιώτας ἐπιθέων παρεκάλει τό τε κράνος τῆς κεφαλῆς ἀφαιρῶν ἐς πρόσωπον ἐδυσώπει καὶ προύτρεπεν. οἱ δὲ οὐδʼ ὥς τι μετέβαλλον ἀπὸ τοῦ δέους, ἕως ὁ Καῖσαρ αὐτὸς ἁρπάσας τινὸς ἀσπίδα καὶ τοῖς ἀμφʼ αὐτὸν ἡγεμόσιν εἰπών· ἔσται τοῦτο τέλος ἐμοί τε τοῦ βίου καὶ ὑμῖν τῶν στρατειῶν, προύδραμε τῆς τάξεως ἐς τοὺς πολεμίους ἐπὶ τοσοῦτον, ὡς μόνους αὐτῶν ἀποσχεῖν δέκα πόδας καὶ διακόσια αὐτῷ δόρατα ἐπιβληθῆναι καὶ τούτων τὰ μὲν αὐτὸν ἐκκλῖναι, τὰ δὲ ἐς τὴν ἀσπίδα ἀναδέξασθαι. τότε γὰρ δὴ τῶν τε ἡγεμόνων προθέων ἕκαστος ἵστατο παρʼ αὐτόν, καὶ ὁ στρατὸς ἅπας ἐμπεσὼν μετὰ ὁρμῆς ὅλην ἠγωνίζετο τὴν ἡμέραν, προύχων τε καὶ ἡττώμενος αἰεὶ παρὰ μέρος, μέχρις ἐς ἑσπέραν μόλις ἐνίκησεν, ὅτε καὶ φασὶν αὐτὸν εἰπεῖν, ὅτι πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ καὶ περὶ ψυχῆς.
φόνου δὲ πολλοῦ γενομένου καὶ φυγῆς τῶν Πομπηίου στρατιωτῶν ἐς τὴν Κορδύβην, ὁ μὲν Καῖσαρ, ἵνα μὴ διαφυγόντες οἱ πολέμιοι πάλιν ἐς μάχην παρασκευάσαιντο, ἐκέλευε τὸν στρατὸν ἐκτειχίσαι τὴν Κορδύβην, οἱ δὲ κάμνοντες τοῖς γεγονόσι τά τε σώματα καὶ τὰ ὅπλα τῶν ἀνῃρημένων ἐπεφορουν ἀλλήλοις καὶ δόρασιν αὐτὰ διαπηγνύντες ἐς τὴν γῆν ἐπὶ τοιοῦδε τείχους ηὐλίσαντο. τῆς δʼ ἐπιούσης ἑάλω μὲν ἡ πόλις, τῶν δὲ ἡγεμόνων τοῦ Πομπηίου Σκάπλας μὲν νήσας πυρὰν ἑαυτὸν ἐνέπρησεν, Οὐάρου δὲ καὶ Λαβιηνοῦ καὶ ἑτέρων ἀνδρῶν ἐπιφανῶν ἐκομίσθησαν αἱ κεφαλαὶ Καίσαρι. Πομπήιος δʼ αὐτὸς διέφυγε μὲν ἀπὸ τῆς ἥττης σὺν ἑκατὸν καὶ πεντήκοντα ἱππεῦσιν ἐπὶ Καρθαίας, ἔνθα αὐτῷ νεῶν στόλος ἦν, καὶ παρῆλθεν ἐς τὰ νεώρια λαθὼν ὥς τις ἰδιώτης, φορείῳ κομιζόμενος· ὁρῶν δὲ καὶ τούτους ἀπογιγνώσκοντας ἑαυτῶν ἔδεισε περὶ ἐκδόσεως καὶ ἔφευγεν αὖθις, ἐπιβαίνων σκάφους. ἐμπλακέντα δʼ αὐτοῦ τὸν πόδα καλῳδίῳ, κόπτων τις τὸ καλώδιον ξιφιδίῳ, τὸν ταρσὸν ἔτεμεν ἀντὶ τοῦ καλωδίου τοῦ ποδός· καὶ διαπλεύσας ἔς τι χωρίον ἐθεραπεύετο. ζητούμενος δὲ κἀνταῦθα ἔφευγε διὰ δυσβάτου καὶ ἀκανθώδους ὁδοῦ, τὸ τραῦμα περικεντούμενος, μέχρι κάμνων ὑπό τι δένδρον ἐκαθέζετο καὶ τῶν ζητητῶν ἐπιπεσόντων οὐκ ἀγεννῶς αὐτοὺς ἀμυνόμενος κατεκόπη. τοῦδε μὲν δὴ τὴν κεφαλὴν ὁ Καῖσαρ ἐνεχθεῖσάν οἱ προσέταξέ τινι θάψαι, καὶ ὁ πόλεμος ἑνὶ ἔργῳ καὶ ὅδε παρὰ δόξαν ἐλέλυτο· τοὺς δʼ ἐξ αὐτοῦ διαφυγόντας ἤθροιζεν ὁ τοῦδε τοῦ Πομπηίου νεώτερος ἀδελφός, Πομπήιος μὲν καὶ ὅδε ὤν, Σέξστος δὲ καλούμενος τῷ προτέρῳ τῶν ὀνομάτων.
ἀλλʼ ὅδε μὲν ἔτι λανθάνων καὶ διαδιδράσκων ἐλῄστευεν, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἠπείγετο, τὰ ἐμφύλια πάντα καθελών, ἐπὶ φόβου καὶ δόξης, οἵας οὔ τις πρὸ τοῦ· ὅθεν αὐτῷ τιμαὶ πᾶσαι, ὅσαι ὑπὲρ ἄνθρωπον, ἀμέτρως ἐς χάριν ἐπενοοῦντο, θυσιῶν τε πέρι καὶ ἀγώνων καὶ ἀναθημάτων ἐν πᾶσιν ἱεροῖς καὶ δημοσίοις χωρίοις, ἀνὰ φυλὴν ἑκάστην καὶ ἐν ἔθνεσιν ἅπασι, καὶ ἐν βασιλεῦσιν, ὅσοι Ῥωμαίοις φίλοι. σχήματά τε ἐπεγράφετο ταῖς εἰκόσι ποικίλα, καὶ στέφανος ἐκ δρυὸς ἦν ἐπʼ ἐνίαις ὡς σωτῆρι τῆς πατρίδος, ᾧ πάλαι τοὺς ὑπερασπίσαντας ἐγέραιρον οἱ περισωθέντες. ἀνερρήθη δὲ καὶ πατὴρ πατρίδος, καὶ δικτάτωρ ἐς τὸν ἑαυτοῦ βίον ᾑρέθη καὶ ὕπατος ἐς δέκα ἔτη, καὶ τὸ σῶμα ἱερὸς καὶ ἄσυλος εἶναι καὶ χρηματίζειν ἐπὶ θρόνων ἐλεφαντίνων τε καὶ χρυσέων, καὶ θύειν μὲν αὐτὸν αἰεὶ θριαμβικῶς ἠμφιεσμένον, τὴν δὲ πόλιν ἀνὰ ἔτος ἕκαστον, αἷς αὐτὸς ἡμέραις ἐν παρατάξεσιν ἐνίκα, ἱερέας δὲ καὶ ἱερείας ἀνὰ πενταετὲς εὐχὰς δημοσίας ὑπὲρ αὐτοῦ τίθεσθαι, καὶ τὰς ἀρχὰς εὐθὺς καθισταμένας ὀμνύναι μηδενὶ τῶν ὑπὸ Καίσαρος ὁριζομένων ἀντιπράξειν. ἔς τε τιμὴν τῆς γενέσεως αὐτοῦ τὸν Κυϊντίλιον μῆνα Ἰούλιον ἀντὶ Κυϊντιλίου μετωνόμασαν εἶναι. καὶ νεὼς ἐψηφίσαντο πολλοὺς αὐτῷ γενέσθαι καθάπερ θεῷ καὶ κοινὸν αὐτοῦ καὶ Ἐπιεικείας, ἀλλήλους δεξιουμένων· οὕτως ἐδεδοίκεσαν μὲν ὡς δεσπότην, εὔχοντο δὲ σφίσιν ἐπιεικῆ γενέσθαι.
εἰσὶ δʼ οἳ καὶ βασιλέα προσειπεῖν ἐπενόουν, μέχρι μαθὼν αὐτὸς ἀπηγόρευσε καὶ ἠπείλησεν ὡς ἀθέμιστον ὄνομα μετὰ τὴν τῶν προγόνων ἀράν. σπεῖραι δʼ ὅσαι στρατηγίδες αὐτὸν ἐκ τῶν πολέμων ἔτι ἐσωματοφυλάκουν, ἀπέστησε τῆς φυλακῆς καὶ μετὰ τῆς δημοσίας ὑπηρεσίας ἐπεφαίνετο μόνης. ὧδε δʼ ἔχοντι καὶ χρηματίζοντι πρὸ τῶν ἐμβόλων, τὸ ψήφισμα τῶν προλελεγμένων τιμῶν ἡ βουλή, τῶν ὑπάτων ἡγουμένων, ἐν κόσμῳ τῷ πρέποντι ἑκάστῳ προσέφερον. ὁ δὲ αὐτοὺς ἐδεξιοῦτο μέν, οὐχ ὑπανέστη δὲ προσιοῦσιν οὐδʼ ἐπιμένουσιν, ἀλλὰ τοῖς διαβάλλουσιν αὐτὸν ἐς τὴν ἐπιθυμίαν τῆς βασιλικῆς προσηγορίας καὶ τόδε παρέσχε. τὰς δὲ ἄλλας τιμὰς χωρὶς τῆς δεκαετοῦς ὑπατείας προσέμενος ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν αὑτόν τε καὶ Ἀντώνιον, τὸν ἵππαρχον ἑαυτοῦ, Λεπίδῳ προστάξας ἱππαρχεῖν ἀντὶ τοῦ Ἀντωνίου, ἄρχοντι μὲν Ἰβηρίας, ἡγεμονεύοντι δʼ αὐτῆς διὰ φίλων. κατεκάλει δὲ καὶ τοὺς φεύγοντας ὁ Καῖσαρ, πλὴν εἴ τις ἐπὶ ἀνηκέστοις ἔφσυγε· καὶ τοῖς ἐχθροῖς διηλλάσσετο καὶ τῶν πεπολεμηκότων οἱ πολλοὺς προῆγεν ἀθρόως ἐς ἐτησίους ἀρχὰς ἢ ἐς ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας. ᾧ δὴ καὶ μάλιστα ὑπαχθεὶς ὁ δῆμος ἤλπιζε καὶ τὴν δημοκρατίαν αὐτὸν αὑτοῖς ἀποδώσειν, καθάπερ Σύλλας ἐς ἴσον αὐτῷ δυναστεύσας ἐποίησεν.
ἀλλὰ τοῦδε μὲν ἐσφάλησαν, εἰκόνα δʼ αὐτοῦ τις τῶν ὑπερεθιζόντων τὸ λογοποίημα τῆς βασιλείας ἐστεφάνωσε δάφναις, ἀναπεπλεγμένης ταινίας λευκῆς· καὶ αὐτὸν οἱ δήμαρχοι Μάρυλλός τε καὶ Καισήτιος ἀνευρόντες ἐς τὴν φυλακὴν ἐσέβαλον, ὑποκρινάμενοί τι καὶ τῷ Καίσαρι χαρίζεσθαι, προαπειλήσαντι τοῖς περὶ βασιλείας λέγουσιν. ὁ δὲ τοῦτο μὲν ἤνεγκεν εὐσταθῶς, ἑτέρων δʼ αὐτὸν ἀμφὶ τὰς πύλας ἰόντα ποθὲν βασιλέα προσειπόντων καὶ τοῦ δήμου στενάξαντος, εὐμηχάνως εἶπε τοῖς ἀσπασαμένοις· οὐκ εἰμὶ Βασιλεύς, ἀλλὰ Καῖσαρ, ὡς δὴ περὶ τὸ ὄνομα ἐσφαλμένοις. οἱ δʼ ἀμφὶ τὸν Μάρυλλον καὶ τῶνδε τῶν ἀνδρῶν τὸν ἀρξάμενον ἐξεῦρον καὶ τοῖς ὑπηρέταις ἐκέλευον ἄγειν ἐς δίκην ἐπὶ τὸ ἀρχεῖον αὑτῶν. καὶ ὁ Καῖσαρ οὐκέτι ἐνεγκὼν κατηγόρησεν ἐπὶ τῆς βουλῆς τῶν περὶ τὸν Μάρυλλον ὡς ἐπιβουλευόντων οἱ μετὰ τέχνης ἐς τυραννίδος διαβολήν, καὶ ἐπήνεγκεν ἀξίους μὲν αὐτοὺς εἶναι θανάτου, μόνης δʼ αὐτοὺς ἀφαιρεῖσθαι καὶ παραλύειν τῆς τε ἀρχῆς καὶ τοῦ βουλευτηρίου. ὃ δὴ καὶ μάλιστα αὐτὸν διέβαλεν ὡς ἐπιθυμοῦντα τῆς ἐπικλήσεως καὶ τὰς ἐς τοῦτο πείρας καθιέντα καὶ τυραννικὸν ὅλως γεγονότα· ἥ τε γὰρ πρόφασις τῆς κολάσεως περὶ τῆς βασιλικῆς ἐπωνυμίας ἦν, ἥ τε τῶν δημάρχων ἀρχὴ ἱερὰ καὶ ἄσυλος ἦν ἐκ νόμου καὶ ὅρκου παλαιοῦ· τήν τε ὀργὴν ὀξεῖαν ἐποίει τὸ μηδʼ ἀναμεῖναι τῆς ἀρχῆς τὸ ὑπόλοιπον.
ὧν καὶ αὐτὸς αἰσθανόμενος καὶ μετανοῶν καὶ τόδε πρῶτον ἡγούμενος ἄνευ πολεμικῆς ἀρχῆς ἐν εἰρήνῃ βαρὺ καὶ δυσχερὲς διαπεπρᾶχθαι, λέγεται τοῖς φίλοις αὑτὸν ἐντείλασθαι φυλάσσειν ὡς δεδωκότα τοῖς ἐχθροῖς λαβὴν ζητοῦσι καθʼ αὑτοῦ. πυθομένων δʼ ἐκείνων, εἰ συγχωρεῖ πάλιν αὐτὸν σωματοφυλακεῖν τὰς Ἰβηρικὰς σπείρας, οὐδὲν ἀτυχέστερον, ἔφη, διηνεκοῦς φυλακῆς· ἔστι γὰρ αἰεὶ δεδιότος. οὐ μὴν αἵ γε περὶ τῆς βασιλείας πεῖραι κατεπαύοντο οὐδʼ ὥς, ἀλλὰ θεώμενον αὐτὸν ἐν ἀγορᾷ τὰ Λουπερκάλια ἐπὶ θρόνου χρυσέου, πρὸ τῶν ἐμβόλων, Ἀντώνιος ὑπατεύων σὺν αὐτῷ Καίσαρι καὶ διαθέων τότε γυμνὸς ἀληλιμμένος, ὥσπερ εἰώθασιν οἱ τῆσδε τῆς ἑορτῆς ἱερέες, ἐπὶ τὰ ἔμβολα ἀναδραμὼν ἐστεφάνωσε διαδήματι. κρότου δὲ πρὸς τὴν ὄψιν παρʼ ὀλίγων γενομένου καὶ στόνου παρὰ τῶν πλειόνων, ὁ Καῖσαρ ἀπέρριψε τὸ διάδημα. καὶ ὁ Ἀντώνιος αὖθις ἐπέθηκε, καὶ ὁ Καῖσαρ αὖθις ἀπερρίπτει. καὶ ὁ δῆμος διεριζόντων μὲν ἔτι ἡσύχαζε, μετέωρος ὤν, ὅπῃ τελευτήσειε τὸ γιγνόμενον, ἐπικρατήσαντος δὲ τοῦ Καίσαρος ἀνεβόησαν ἥδιστον καὶ αὐτὸν ἅμα εὐφήμουν οὐ προσέμενον.
ὁ δέ, εἴτε ἀπογνούς, εἴτε κάμνων καὶ ἐκκλίνων ἤδη τήνδε τὴν πεῖραν ἢ διαβολήν, εἴτε τισὶν ἐχθροῖς τῆς πόλεως ἀφιστάμενος, εἴτε νόσημα τοῦ σώματος θεραπεύων, ἐπιληψίαν καὶ σπασμὸν αἰφνίδιον ἐμπίπτοντα αὐτῷ μάλιστα παρὰ τὰς ἀργίας, ἐπενόει στρατείαν μακρὰν ἔς τε Γέτας καὶ Παρθυαίους, Γέταις μὲν αὐστηρῷ καὶ φιλοπολέμῳ καὶ γείτονι ἔθνει προεπιβουλεύων, Παρθυαίους δὲ τινύμενος τῆς ἐς Κράσσον παρασπονδήσεως. στρατιὰν δὴ προύπεμπεν ἤδη τὸν Ἰόνιον περᾶν, ἑκκαίδεκα τέλη πεζῶν καὶ ἱππέας μυρίους. καὶ λόγος ἄλλος ἐφοίτα, Σιβύλλειον εἶναι προαγόρευμα μὴ πρὶν ὑπακούσεσθαι Ῥωμαίοις Παρθυαίους, εἰ μὴ βασιλεὺς αὐτοῖς ἐπιστρατεύσειε. καί τινες ἀπὸ τοῦδε ἐτόλμων λέγειν, ὅτι χρὴ Ῥωμαίων μὲν αὐτόν, ὥσπερ ἦν, δικτάτορα καὶ αὐτοκράτορα καλεῖν καὶ ὅσα ἄλλα ἐστὶν αὐτοῖς ἀντὶ βασιλείας ὀνόματα, τῶν δὲ ἐθνῶν, ὅσα Ῥωμαίοις ὑπήκοα, ἄντικρυς ἀνειπεῖν βασιλέα. ὁ δὲ καὶ τόδε παρῃτεῖτο καὶ τὴν ἔξοδον ὅλως ἐπετάχυνεν, ἐπίφθονος ὢν ἐν τῇ πόλει.
ἐξιέναι δʼ αὐτὸν μέλλοντα πρὸ τετάρτης ἡμέρας οἱ ἐχθροὶ κατέκανον ἐν τῷ βουλευτηρίῳ, εἴτε διὰ ζῆλον εὐτυχίας τε καὶ δυνάμεως ὑπερόγκου πάνυ γενομένης, εἴθʼ, ὡς ἔφασκον αὐτοί, τῆς πατρίου πολιτείας ἐπιθυμίᾳ, εὖ γὰρ ᾔδεσαν αὐτόν, μὴ καὶ τάδε τὰ ἔθνη προσλαβὼν ἀναμφιλόγως γένοιτο βασιλεύς. ταύτης δὲ σκοπῶν ἡγοῦμαι τῆς προσθήκης ἀφορμὴν λαβεῖν ἐγχειρήσεως, ἐς ὄνομα μόνον αὐτοῖς διαφερούσης, ἔργῳ δὲ καὶ τοῦ δικτάτορος ὄντος ἀκριβῶς βασιλέως. συνεστήσαντο δὲ τὴν ἐπιβουλὴν μάλιστα δύο ἄνδρε, Μᾶρκός τε Βροῦτος, ὁ Καιπίων ἐπίκλην, Βρούτου τοῦ κατὰ Σύλλαν ἀνῃρημένου παῖς αὐτῷ τε Καίσαρι προσφυγὼν ἐκ τοῦ κατὰ Φάρσαλον ἀτυχήματος, καὶ Γάιος Κάσσιος, ὁ τὰς τριήρεις κατὰ τὸν Ἑλλήσποντον ἐγχειρίσας τῷ Καίσαρι, οἵδε μὲν ἄμφω τῆς Πομπηίου μοίρας γεγονότε, τῶν δʼ αὐτῷ Καίσαρι φιλτάτων Δέκμος Βροῦτος Ἀλβῖνος, ἅπαντες αἰεὶ παρὰ Καίσαρι τιμῆς καὶ πίστεως χρηματίζοντες ἄξιοι· οἷς γε καὶ πράξεις ἐνεχείρισε μεγίστας καὶ ἐπὶ τὸν ἐν Λιβύῃ πόλεμον ἀπιὼν στρατεύματα ἔδωκε καὶ τὴν Κελτικὴν ἐπέτρεψε, τὴν μὲν ὑπὲρ Ἄλπεων Δέκμῳ, τὴν δʼ ἐντὸς Ἄλπεων Βρούτῳ.
μέλλοντες δὲ ὁμοῦ τότε τῆς πόλεως στρατηγήσειν ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐς ἀλλήλους διήριζον περὶ τῆς καλουμένης πολιτικῆς στρατηγίας, ἣ τῶν ἄλλων προτιμᾶται, εἴτε τῷ ὄντι φιλοτιμούμενοι περὶ αὐτήν, εἴθʼ ὑπόκρισις ἦν τοῦ μὴ πάντα συμπράσσειν ἀλλήλοις νομίζεσθαι. καὶ ὁ Καῖσαρ αὐτοῖς διαιτῶν λέγεται πρὸς τοὺς φίλους εἰπεῖν, ὡς τὰ μὲν δίκαια Κάσσιος ἀποφαίνοι, Βρούτῳ δʼ αὐτὸς χαρίζοιτο· τοσῇδε ἐν ἅπασιν εὐνοίᾳ καὶ τιμῇ πρὸς τὸν ἄνδρα ἐχρῆτο. καὶ γὰρ αὐτῷ καὶ παῖς ἐνομίζετο εἶναι, Σερουιλίας τῆς Κάτωνος ἀδελφῆς ἐρασθείσης τοῦ Καίσαρος, ὅτε ὁ Βροῦτος ἐγίγνετο. διὸ καὶ νικῶν ἐν Φαρσάλῳ μετὰ σπουδῆς λέγεται τοῖς ἡγεμόσιν εἰπεῖν Βροῦτον, ὅπῃ δύναιντο, περισῴζειν. ἀλλʼ εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος, εἴτε τὰ τῆς μητρὸς ἁμαρτήματα ἀγνοῶν ἢ ἀπιστῶν ἢ αἰδούμενος, εἴτε φιλελεύθερος ὢν ἄγαν καὶ τὴν πατρίδα προτιμῶν, εἴθʼ ὅτι ἔκγονος ὢν Βρούτον τοῦ πάλαι τοὺς βασιλέας ἐξελάσαντος ἐρεθιζόμενος καὶ ὀνειδιζόμενος μάλιστα ἐς τοῦτο ὑπὸ τοῦ δήμου (πολλὰ γὰρ τοῖς ἀνδριᾶσι τοῦ πάλαι Βρούτου καὶ τῷ δικαστηρίῳ τοῦδε τοῦ Βρούτου τοιάδε ἐπεγράφετο λάθρᾳ· Βροῦτε δωροδοκεῖς; Βροῦτε νεκρὸς εἶ; ἤ ὤφελές γε νῦν περιεῖναι ἤ ἀνάξιά σου τὰ ἔκγονα ἤ οὐδʼ ἔκγονος εἶ σὺ τοῦδε), ταῦτα καὶ τοιουτότροπα ἄλλα πολλὰ τὸν νεανίαν ἐξέκαυσεν ἐπὶ τὸ ἔργον ὡς ἑαυτοῦ προγονικόν.
ἀκμάζοντος δʼ ἔτι τοῦ περὶ βασιλείας λόγου καὶ συνόδου μελλούσης ἔσεσθαι τῆς βουλῆς μετʼ ὀλίγον, ὁ Κάσσιος ἐμβαλὼν τὴν χεῖρα τῷ Βρούτῳ τί ποιήσομεν, ἔφη, παρὰ τὸ βουλευτήριον, ἂν οἱ κόλακες τοῦ Καίσαρος γνώμην περὶ βασιλείας προθῶσι; καὶ ὁ Βροῦτος οὐκ ἔφη παρέσεσθαι τῷ βουλευτηρίῳ. ἐπανερομένου δὲ τοῦ Κασσίου· τί δʼ, ἂν ἡμᾶς καλῶσιν ὡς στρατηγούς, τί ποιήσομεν, ὦ ἀγαθὲ Βροῦτε; ἀμυνῶ τῇ πατρίδι, ἔφη, μέχρι θανάτου. καὶ ὁ Κάσσιος αὐτὸν ἀσπασάμενος τίνα δʼ, ἔφη, οὐ προσλήψῃ τῶν ἀρίστων οὕτω φρονῶν; ἤ σοι δοκοῦσιν οἱ χειροτέχναι καὶ κάπηλοι καταγράφειν σου τὸ δικαστήριον ἀσήμως μᾶλλον ἢ οἱ Ῥωμαίων ἄριστοι, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν θέας αἰτοῦντες ἵππων ἢ θηρίων, παρὰ δὲ σοῦ τὴν ἐλευθερίαν ὡς σὸν προγονικὸν ἔργον; οἱ μὲν δὴ τάδε ἄρα ἐκ πολλοῦ διανοούμενοι τότε πρῶτον ἐς τὸ φανερὸν ἀλλήλοις προύφερον καὶ τῶν ἰδίων ἑκάτερος φίλων ἀπεπειρῶντο καὶ τῶν αὐτοῦ Καίσαρος, οὓς εὐτολμοτάτους ἑκατέρων ᾔδεσαν. καὶ συνήγειραν ἐκ μὲν τῶν σφετέρων ἀδελφὼ δύο, Καικίλιόν τε καὶ Βουκολιανόν, καὶ ἐπὶ τούτοις Ῥούβριον Ῥῆγα καὶ Κόιντον Λιγάριον καὶ Μᾶρκον Σπόριον καὶ Σερουίλιον Γάλβαν καὶ Σέξστιον Νάσωνα καὶ Πόντιον Ἀκύλαν, τούσδε μὲν ἐκ τῶν οἰκείων σφίσιν, ἐκ δὲ τῶν αὐτοῦ φίλων Καίσαρος Δέκμον τε, περὶ οὗ μοι προείρηται, καὶ Γάιον Κάσκαν καὶ Τρεβώνιον καὶ Τίλλιον καὶ Κιμβρον καὶ Μινούκιον καὶ Βάσιλον.
ὡς δὲ σφίσιν ἐδόκουν ἅλις ἔχειν καὶ πλέοσιν ἐκφέρειν οὐκ ἐδοκίμαζον, συνέθεντο μὲν ἀλλήλοις ἄνευ τε ὅρκων καὶ ἄνευ σφαγίων, καὶ οὐδεὶς μετέθετο οὐδὲ προύδωκε, καιρὸν δʼ ἐζήτουν καὶ τόπον· ὁ μὲν δὴ καιρὸς ὑπερήπειγεν ὡς Καίσαρος ἐς τετάρτην ἡμέραν ἐξιόντος ἐπὶ τὰς στρατείας, καὶ φυλακῆς αὐτὸν αὐτίκα περιεξούσης στρατιωτικῆς· χωρίον δʼ ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν, εἰ καὶ μὴ προμάθοιεν, προθύμως, ὅτε ἴδοιεν τὸ ἔργον, συνεπιληψομένων, ὃ καὶ περὶ Ῥωμύλον τυραννικὸν ἐκ βασιλικοῦ γενόμενον ἐλέγετο συμβῆναι. δόξειν τε τὸ ἔργον, ὥσπερ ἐκεῖνο καὶ τόδε ἐν βουλευτηρίῳ γενόμενον, οὐ κατʼ ἐπιβουλήν, ἀλλʼ ὑπὲρ τῆς πόλεως πεπρᾶχθαι ἀκίνδυνόν τε, ὡς κοινόν, ἔσεσθαι παρὰ τῷ Καίσαρος στρατῷ· καὶ τὴν τιμὴν σφίσι μενεῖν, οὐκ ἀγνοουμένοις, ὅτι ἦρξαν. διὰ μὲν δὴ ταῦτα τὸ βουλευτήριον ἐπελέγοντο πάντες ὁμαλῶς· περὶ δὲ τοῦ τρόπου διεφέροντο, οἱ μὲν καὶ Ἀντώνιον συναναιρεῖν ἀξιοῦντες, ὕπατόν τε ὄντα σὺν τῷ Καίσαρι καὶ φίλον αὐτοῦ δυνατώτατον καὶ τοῖς στρατιώταις γνωριμώτατον· ὁ δὲ Βροῦτος ἔλεγεν ἐπὶ μὲν τῷ Καίσαρι μόνῳ δόξαν οἴσεσθαι τυραννοκτόνων ὡς βασιλέα ἀναιροῦντες, ἐπὶ δὲ τοῖς φίλοις αὐτοῦ ἐχθρῶν ὡς Πομπηίου στασιῶται.
καὶ οἱ μὲν τῷδε μάλιστα ἀναπεισθέντες τὴν προσιοῦσαν αὐτίκα τῆς βουλῆς σύνοδον ἐφύλασσον· ὁ δὲ Καῖσαρ πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου χωρῶν ἐπὶ δεῖπνον ἐς Λέπιδον τὸν ἵππαρχον, ἐπήγετο Δέκμον Βροῦτον Ἀλβῖνον ἐς τὸν πότον καὶ λόγον ἐπὶ τῇ κύλικι προύθηκε, τίς ἄριστος ἀνθρώπῳ θάνατος· αἱρουμένων δὲ ἕτερα ἑτέρων αὐτὸς ἐκ πάντων ἐπῄνει τὸν αἰφνίδιον. καὶ ὁ μὲν ὧδε προυμαντεύετο ἑαυτῷ καὶ ἐλεσχήνευε περὶ τῶν ἐς τὴν αὔριον ἐσομένων· ἐπὶ δὲ τῷ πότῳ νυκτὸς αὐτῷ τὸ σῶμα νωθρὸν ἐγίγνετο, καὶ ἡ γυνὴ Καλπουρνία ἐνύπνιον αἵματι πολλῷ καταρρεόμενον ἰδοῦσα κατεκώλυε μὴ προελθεῖν. θυομένῳ τε πολλάκις ἦν τὰ σημεῖα φοβερά. καὶ πέμπειν ἔμελλεν Ἀντώνιον διαλύσοντα τὴν βουλήν. ἀλλὰ Δέκμος παρὼν ἔπεισε μὴ λαβεῖν ὑπεροψίας διαβολήν, αὐτὸν δὲ αὐτὴν ἐπελθόντα διαλῦσαι. καὶ ὁ μὲν ἐπὶ τοῦτο ἐκομίζετο φορείῳ, θέαι δʼ ἦσαν ἐν τῷ Πομπηίου θεάτρῳ, καὶ βουλευτήριον ἔμελλε τῶν τις περὶ αὐτὸ οἴκων ἔσεσθαι, εἰωθὸς ἐπὶ ταῖς θέαις ὧδε γίγνεσθαι. οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἕωθεν κατὰ τὴν στοὰν τὴν πρὸ τοῦ θεάτρου τοῖς δεομένοις σφῶν ὡς στρατηγῶν εὐσταθέστατα ἐχρημάτιζον, πυνθανόμενοι δὲ περὶ τῶν γιγνομένων ἱερῶν τῷ Καίσαρι καὶ τῆς ἀναθέσεως τοῦ βουλευτηρίου πάνυ ἠποροῦντο. καί τις, αὐτῶν ὧδε ἐχόντων, τῆς Κάσκα χειρὸς λαβόμενος εἶπε· σὺ μὲν ὄντα με φίλον ἀπέκρυψας, Βροῦτος δʼ ἀνήνεγκέ μοι. καὶ ὁ μὲν Κάσκας ὑπὸ τοῦ συνειδότος ἄφνω τεθορύβητο, ὁ δʼ ἐπιμειδιάσας ἔφη· πόθεν οὖν ἔσται σοι τὰ χρήματα τῆς ἀγορανομίας; καὶ ὁ Κάσκας ἀνήνεγκεν. αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον σύννους τε ὄντας καὶ συλλαλοῦντας ἀλλήλοις τῶν τις βουλευτῶν ἐπισπάσας, Ποπίλιος Λαίνας, ἔφη συνεύχεσθαι περὶ ὧν ἔχουσι κατὰ νοῦν, καὶ παρῄνει ἐπιταχύνειν. οἱ δὲ ἐθορυβήθησαν μέν, ὑπὸ δὲ ἐκπλήξεως ἐσιώπων.
φερομένου δὲ ἤδη τοῦ Καίσαρος, τῶν οἰκείων τις αὐτῷ περὶ τῆσδε τῆς ἐπιβουλῆς μαθὼν ἔθει μηνύσων, ὃ ἔμαθεν. καὶ ὁ μὲν ἐς Καλπουρνίαν ἦλθε καὶ τοσόνδε μόνον εἰπών, ὅτι χρῄζοι Καίσαρος ὑπὲρ ἔργων ἐπειγόντων, ἀνέμενεν αὐτὸν ἐπανελθεῖν ἀπὸ τοῦ βουλευτηρίου, οὐκ εἰς τέλος ἄρα τὰ γιγνόμενα πάντα πεπυσμένος. ὁ δʼ ἐν Κνίδῳ γεγονὼς αὐτῷ ξένος Ἀρτεμίδωρος ἐς τὸ βουλευτήριον ἐσδραμὼν εὗρεν ἄρτι ἀναιρούμενον. ὑπὸ δʼ ἄλλου καὶ βιβλίον περὶ τῆς ἐπιβουλῆς ἐπιδοθὲν αὐτῷ προθυομένῳ τοῦ βουλευτηρίου καὶ εὐθὺς ἐσιόντι, μετὰ χεῖρας εὑρέθη τεθνεῶτος. ἄρτι δʼ ἐκβαίνοντι τοῦ φορείου Λαίνας, ὁ τοῖς ἀμφὶ τὸν Κάσσιον πρὸ ὀλίγου συνευξάμενος, ἐντυχὼν διελέγετο ἰδίᾳ μετὰ σπουδῆς. καὶ τοὺς μὲν ἥ τε ὄψις αὐτίκα τοῦ γιγνομένου κατέπλησσε καὶ τὸ μῆκος τῆς ἐντεύξεως, καὶ διένευον ἀλλήλοις διαχρήσασθαι σφᾶς αὐτοὺς πρὸ συλλήψεως· προϊόντος δὲ τοῦ λόγου τὸν Λαίναν ὁρῶντες οὐ μηνύοντι μᾶλλον ἢ περί του δεομένῳ καὶ λιπαροῦντι ἐοικότα, ἀνέφερον, ὡς δʼ ἐπὶ τῷ λόγῳ καὶ ἀσπασάμενον εἶδον, ἀνεθάρρησαν. ἔθος δʼ ἐστὶ τοῖς ἄρχουσιν ἐς τὴν βουλὴν ἐσιοῦσιν οἰωνίζεσθαι προσιοῦσι. καὶ πάλιν τῶν ἱερῶν ἦν τῷ Καίσαρι τὸ μὲν πρῶτον ἄνευ καρδίας ἤ, ὡς ἕτεροι λέγουσιν, ἡ κεφαλὴ τοῖς σπλάγχνοις ἔλειπε. καὶ τοῦ μάντεως εἰπόντος θανάτου τὸ σημεῖον εἶναι, γελάσας ἔφη τοιοῦτον αὑτῷ καὶ περὶ Ἰβηρίαν γενέσθαι πολεμοῦντι Πομπηίῳ. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι καὶ τότε κινδυνεύσειε λαμπρῶς καὶ νῦν ἐπιθανατώτερον εἴν τὸ σημεῖον, αὖθις αὐτὸν ὁ Καῖσαρ ἐκέλευε θύεσθαι. καὶ οὐδενὸς οὐδʼ ὣς καλλιερουμένου, τὴν βουλὴν βραδύνουσαν αἰδούμενος καὶ ὑπὸ τῶν ἐχθρῶν ὡς φίλων ἐπειγόμενος ἐσῄει τῶν ἱερῶν καταφρονήσας· χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι.
οἱ δʼ Ἀντώνιον μὲν πρὸ θυρῶν ἀποδιατρίβειν ἐν ὁμιλίᾳ Τρεβώνιον ἐξ ἑαυτῶν ὑπελίποντο, Καίσαρα δʼ ἐπὶ τοῦ θρόνου προκαθίσαντα περιέστησαν οἷα φίλοι σὺν λεληθόσι ξιφιδίοις. καὶ αὐτῶν Τίλλιος μὲν Κίμβερ, ἐντυχὼν ἐς πρόσωπον, ἀδελφῷ φυγάδι κάθοδον ᾔτει· ἀνατιθεμένου δὲ καὶ ἀντιλέγοντος ὅλως τοῦ Καίσαρος, ὁ μὲν Κίμβερ αὐτοῦ τῆς πορφύρας ὡς ἔτι δεόμενος ἐλάβετο καὶ τὸ εἷμα περισπάσας ἐπὶ τὸν τράχηλον εἷλκε, βοῶν· τί βραδύνετε ὦ φίλοι; Κάσκας δʼ ἐφεστὼς ὑπὲρ κεφαλῆς ἐπὶ τὴν σφαγὴν τὸ ξίφος ἤρεισε πρῶτος, παρολισθὼν δὲ ἐνέτεμε τὸ στῆθος. καὶ ὁ Καῖσαρ τό τε ἱμάτιον ἀπὸ τοῦ Κίμβερος ἐπισπάσας καὶ τῆς χειρὸς τοῦ Κάσκα λαβόμενος καὶ καταδραμὼν ἀπὸ τοῦ θρόνου καὶ ἐπιστραφεὶς τὸν Κάσκαν εἵλκυσε σὺν βίᾳ πολλῇ. οὕτω δʼ ἔχοντος αὐτοῦ τὸ πλευρὸν ἕτερος, ὡς ἐπὶ συστροφῇ τεταμένον, διελαύνει ξιφιδίῳ· καὶ Κάσσιος ἐς τὸ πρόσωπον ἔπληξε καὶ Βροῦτος ἐς τὸν μηρὸν ἐπάταξε καὶ Βουκολιανὸς ἐς τὸ μετάφρενον, ὥστε τὸν Καίσαρα ἐπὶ μέν τι σὺν ὀργῇ καὶ βοῇ καθάπερ θηρίον ἐς ἕκαστον αὐτῶν ἐπιστρέφεσθαι, μετὰ δὲ τὴν Βρούτου πληγήν, εἴτε ἀπογινώσκοντα ἤδη, τὸ ἱμάτιον περικαλύψασθαι καὶ πεσεῖν εὐσχημόνως παρὰ ἀνδριάντι Πομπηίου· οἱ δὲ καὶ ὣς ἐνύβριζον αὐτῷ πεσόντι, μέχρι τριῶν ἐπὶ εἴκοσι πληγῶν· πολλοί τε διωθιζόμενοι μετὰ τῶν ξιφῶν ἀλλήλους ἔπληξαν.
Ἐκτελεσθέντος δὲ τοῖς φονεῦσι τοσοῦδε ἄγους ἐν ἱερῷ χωρίῳ καὶ ἐς ἄνδρα ἱερὸν καὶ ἄσυλον, φυγή τε ἦν ἀνὰ τὸ βουλευτήριον αὐτίκα καὶ ἀνὰ τὴν πόλιν ὅλην, καὶ ἐτρώθησάν τινες τῶν βουλευτῶν ἐν τῷδε τῷ θορύβῳ καὶ ἀπέθανον ἕτεροι. πολὺς δὲ καὶ ἄλλος ἀστῶν τε καὶ ξένων ἐγίγνετο φόνος, οὐ προβεβουλευμένος, ἀλλʼ οἷος ἐκ θορύβου πολιτικοῦ καὶ ἀγνωσίας τῶν ἐπιλαβόντων, οἵ τε γὰρ μονομάχοι, ὡπλισμένοι ἕωθεν ὡς ἐπὶ δή τινα θέας ἐπίδειξιν, ἐκ τοῦ θεάτρου διέθεον ἐς τὰ τοῦ βουλευτηρίου παραφράγματα, καὶ τὸ θέατρον ὑπὸ ἐκπλήξεως σὺν φόβῳ καὶ δρόμῳ διελύετο, τά τε ὤνια ἡρπάζετο· καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ τὴν ἐν τῷ ποταμῷ νῆσον διαδραμών, ἔνθα ἦν αὐτῷ τέλος στρατιωτῶν, ἐς τὸ πεδίον αὐτοὺς μετεβίβαζεν ὡς ἑτοιμοτέρους ἕξων ἐς τὰ παραγγελλόμενα ὑπʼ Ἀντωνίου· Ἀντωνίῳ γὰρ ἐξίστατο, φίλῳ τε τοῦ Καίσαρος ὄντι μᾶλλον καὶ ὑπάτῳ. καὶ αὐτοῖς σκεπτομένοις ὁρμὴ μὲν ἦν ἀμύνειν τῷ Καίσαρι τοιάδε παθόντι, τὴν δὲ βουλὴν πρὸς τῶν ἀνδροφόνων ἐσομένην ἐδεδοίκεσαν καὶ τὸ μέλλον ἔτι περιεσκόπουν. ἀμφὶ δὲ αὐτῷ Καίσαρι στρατιωτικὸν μὲν οὐκ ἦν, οὐ γὰρ δορυφόροις ἠρέσκετο, ἡ δὲ τῆς ἡγεμονίας ὑπηρεσία μόνη καὶ αἱ πλέονες ἀρχαὶ καὶ πολὺς ὅμιλος ἄλλος ἀστῶν καὶ ξένων καὶ πολὺς θεράπων καὶ ἐξελεύθερος αὐτὸν ἐπὶ τὸ βουλευτήριον ἐκ τῆς οἰκίας παρεπεπόμφεισαν, ὧν ἀθρόως διαφυγόντων τρεῖς θεράποντες μόνοι παρέμειναν, οἳ τὸ σῶμα ἐς τὸ φορεῖον ἐνθέμενοι διεκόμισαν οἴκαδε ἀνωμάλως, οἷα τρεῖς, τὸν πρὸ ὀλίγου γῆς καὶ θαλάττης προστάτην.
οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν. καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς.
οὕτω δʼ ἔχοντες τὸ Καπιτώλιον σὺν τοῖς μονομάχοις ἀνέθορον. καὶ αὐτοῖς βουλευομένοις ἔδοξεν ἐπὶ τὰ πλήθη μισθώματα περιπέμπειν· ἤλπιζον γάρ, ἀρξαμένων τινῶν ἐπαινεῖν τὰ γεγενημένα, καὶ τοὺς ἄλλους συνεπιλήψεσθαι λογισμῷ τε τῆς ἐλευθερίας καὶ πόθῳ τῆς πολιτείας. ἔτι γὰρ ᾤοντο τὸν δῆμον εἶναι Ῥωμαῖον ἀκριβῶς, οἷον ἐπὶ τοῦ πάλαι Βρούτου τὴν τότε βασιλείαν καθαιροῦντος ἐπυνθάνοντο γενέσθαι· καὶ οὐ συνίεσαν δύο τάδε ἀλλήλοις ἐναντία προσδοκῶντες, φιλελευθέρους ὁμοῦ καὶ μισθωτοὺς σφίσιν ἔσεσθαι χρησίμως τοὺς παρόντας. ὧν θάτερον εὐχερέστερον ἦν, διεφθαρμένης ἐκ πολλοῦ τῆς πολιτείας. παμμιγές τε γάρ ἐστιν ἤδη τὸ πλῆθος ὑπὸ ξενίας, καὶ ὁ ἐξελεύθερος αὐτοῖς ἰσοπολίτης ἐστὶ καὶ ὁ δουλεύων ἔτι τὸ σχῆμα τοῖς δεσπόταις ὅμοιος· χωρὶς γὰρ τῆς βουλευτικῆς ἡ ἄλλη στολὴ τοῖς θεράπουσίν ἐστιν ἐπίκοινος. τό τε σιτηρέσιον τοῖς πένησι χορηγούμενον ἐν μόνῃ Ῥώμῃ τὸν ἀργὸν καὶ πτωχεύοντα καὶ ταχυεργὸν τῆς Ἰταλίας λεὼν ἐς τὴν Ῥώμην ἐπάγεται. τό τε πλῆθος τῶν ἀποστρατευομένων, οὐ διαλυόμενον ἐς τὰς πατρίδας ἔτι ὡς πάλαι καθʼ ἕνα ἄνδρα δέει τοῦ μὴ δικαίους πολέμους ἐνίους πεπολεμηκέναι, κοινῇ δὲ ἐς κληρουχίας ἀδίκους ἀλλοτρίας τε γῆς καὶ ἀλλοτρίων οἰκιῶν ἐξιόν, ἄθρουν τότε ἐστάθμευεν ἐν τοῖς ἱεροῖς καὶ τεμένεσιν ὑφʼ ἑνὶ σημείῳ καὶ ὑφʼ ἑνὶ ἄρχοντι τῆς ἀποικίας, τὰ μὲν ὄντα σφίσιν ὡς ἐπὶ ἔξοδον ἤδη διαπεπρακότες, εὔωνοι δʼ ἐς ὅ τι μισθοῖντο.
ὅθεν οὐ δυσχερῶς ἐκ τοσῶνδε καὶ τοιῶνδε ἀνδρῶν πλῆθός τι τοῖς ἀμφὶ τὸν Κάσσιον ἐς τὴν ἀγορὰν εὐθὺς ἀγήγερτο· οἳ καίπερ ὄντες ἔμμισθοι τὰ μὲν γενόμενα ἐπαινεῖν οὐκ ἐθάρρουν, δεδιότες τὴν Καίσαρος δόξαν καὶ τὸ πρὸς τῶν ἑτέρων ἐσόμενον, ὡς δʼ ἐπὶ συμφέροντι κοινῷ τὴν εἰρήνην ἐπεβόων καὶ θαμινὰ τοὺς ἄρχοντας ὑπὲρ αὐτῆς παρεκάλουν, τέχνασμα τοῦτο ἐς τὴν τῶν ἀνδροφόνων σωτηρίαν ἐπινοοῦντες· οὐ γὰρ ἔσεσθαι τὴν εἰρήνην μὴ γενομένης αὐτοῖς ἀμνηστίας. ὧδε δὲ αὐτοῖς ἔχουσι πρῶτος ἐπιφαίνεται Κίννας στρατηγός, οἰκεῖος ὢν ἐξ ἐπιγαμίας τῷ Καίσαρι, καὶ παρὰ δόξαν ἐπελθὼν ἐς μέσους τήν τε ἐσθῆτα τὴν στρατηγικὴν ἀπεδύσατο, ὡς παρὰ τυράννου δεδομένης ὑπερορῶν, καὶ τὸν Καίσαρα τύραννον ἐκάλει καὶ τοὺς ἀνελόντας τυραννοκτόνους, καὶ τὸ πεπραγμένον ἐσέμνυνεν ὡς ὁμοιότατον μάλιστα τῷ προγονικῷ καὶ τοὺς ἄνδρας ὡς εὐεργέτας καλεῖν ἐκέλευεν ἐκ τοῦ Καπιτωλίου καὶ γεραίρειν. καὶ Κίννας μὲν οὕτως ἔλεξεν, οἱ δὲ τὸ καθαρὸν τοῦ πλήθους οὐχ ὁρῶντες ἐπιμιγνύμενον αὑτοῖς οὐκ ἐκάλουν τοὺς ἄνδρας οὐδέ τι πλέον ἢ περὶ τῆς εἰρήνης μόνης αὖθις παρεκάλουν.
ἐπεὶ δὲ καὶ Δολοβέλλας, νέος ἀνὴρ καὶ περιώνυμος, ὑπατεύειν ὑπʼ αὐτοῦ Καίσαρος ἐς τὸ ἐπίλοιπον τοῦ ἔτους ᾑρημένος, ὅτε ὁ Καῖσαρ ἐξορμήσειε τῆς πόλεως, τὴν μὲν ὕπατον ἐσθῆτα ἠμφιέσατο καὶ τὰ σημεῖα τῆς ἀρχῆς περιεστήσατο, τὸν δὲ ταῦτά οἱ παρασχόντα δεύτερος ὅδε ἐλοιδόρει καὶ συνεγνωκέναι τοῖς ἐπʼ αὐτῷ βεβουλευμένοις ὑπεκρίνετο καὶ μόνης ἄκων τῆς χειρὸς ἀπολειφθῆναι ʽεἰσὶ δʼ οἳ καὶ λέγουσιν αὐτὸν εἰσηγήσασθαι τὴν ἡμέραν θέσθαι τῇ πόλει γενέθλιον̓, τότε δὴ καὶ οἱ μεμισθωμένοι ἀνεθάρρουν ὡς καὶ στρατηγοῦ καὶ ὑπάτου σφίσι συγγνωμόνων ὄντων καὶ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ ἱεροῦ κατεκάλουν. οἱ δὲ ἥδοντο μὲν τῷ Δολοβέλλᾳ καὶ ἐνόμιζον ἄνδρα νέον καὶ γνώριμον καὶ ὕπατον ἕξειν ἐς ἐναντίωσιν Ἀντωνίου, κατῄεσαν δὲ αὐτῶν μόνοι Κάσσιός τε καὶ Βροῦτος ὁ Μᾶρκος, ᾑμαγμένος τὴν χεῖρα· συγκατήνεγκαν γὰρ δὴ τὰς πληγὰς ἐπὶ τὸν Καίσαρα Κάσσιός τε καὶ Βροῦτος. ἐπεὶ δὲ παρῆλθον ἐς τὸ μέσον, οὐδὲν ταπεινὸν οὐδέτερος εἶπεν, ἀλλʼ ὡς ἐπὶ καλοῖς ὁμολογουμένοις ἀλλήλους ἐπῄνουν καὶ τὴν πόλιν ἐμακάριζον καὶ Δέκμῳ μάλιστα ἐμαρτύρουν, ὅτι τοὺς μονομάχους σφίσιν ἐν καιρῷ παράσχοι. τόν τε δῆμον ἐξώτρυνον ὅμοια τοῖς προγόνοις ἐργάσασθαι τοῖς καθελοῦσι τοὺς βασιλέας, οὐκ ἐκ βίας ἄρχοντας ὥσπερ ὁ Καῖσαρ, ἀλλʼ ᾑρημένους ὑπὸ νόμοις· Σέξστον τε Πομπήιον, τὸν Πομπηίου Μάγνου, τοῦ Καίσαρι περὶ τῆς δημοκρατίας πεπολεμηκότος, καλεῖν ἠξίουν, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν ἐν Ἰβηρίᾳ, καὶ τοὺς δημάρχους Καισήτιον καὶ Μάρυλλον, οἳ τὴν ἀρχὴν ὑπὸ τοῦ Καίσαρος ἀφαιρεθέντες ἠλῶντο.
τοιάδε μὲν εἶπον οἱ περὶ τὸν Κάσσιον καὶ ἐπανῆλθον αὖθις ἐς τὸ Καπιτώλιον· οὐ γὰρ ἐθάρρουν πω τοῖς παροῦσι. τῶν δʼ οἰκείων σφίσι καὶ συγγενῶν τότε πρῶτον ἐς τὸ ἱερὸν ἐλθεῖν πρὸς αὐτοὺς δυνηθέντων ᾑρέθησαν οἱ πρεσβεύσοντες ὑπὲρ αὐτῶν ἐς Λέπιδόν τε καὶ Ἀντώνιον ὁμονοίας πέρι καὶ προνοίας τῆς ἐλευθερίας καὶ φειδοῦς τῶν ἐσομένων τῇ πατρίδι κακῶν, εἰ μὴ συμφρονοῖεν. καὶ ἐδέοντο οἱ πεμφθέντες, οὐκ ἐπαινοῦντες μὲν τὸ πεπραγμένον (οὐ γὰρ ἐθάρρουν ἐν φίλοις Καίσαρος), γενόμενον δʼ ἐνεγκεῖν ἀξιοῦντες ἐλέῳ τε τῶν δεδρακότων αὐτὸ οὐ κατὰ μῖσος, ἀλλʼ ἐπʼ εὐνοίᾳ τῆς πατρίδος καὶ οἴκτῳ τῆς πόλεως κεκενωμένης στάσεσιν ἤδη συνεχέσιν, εἰ καὶ τοὺς ὑπολοίπους ἀγαθοὺς ἄνδρας ἡ μέλλουσα στάσις διολέσει. οὐδὲ γὰρ ὅσιον, εἴ τις αὐτοῖς ἔστιν ἔχθρα πρὸς ἐνίους, ἐν τοῖς δημοσίοις κινδύνοις ἐξερίζειν, πολὺ δὲ μᾶλλον ἐν τοῖς κοινοῖς καὶ τὰ ἴδια καταθέσθαι ἤ, εἴ τις ἀνηκέστως ἔχει, τὰ ἴδια ἐν τῷ παρόντι ἀναθέσθαι.
Ἀντώνιος δὲ καὶ Λέπιδος ἐβούλοντο μὲν ἀμύνειν Καίσαρι, ὥς μοι προείρηται, εἴτε φιλίας ἕνεκα εἴτε τῶν ὀμωμοσμένων, εἴτε καὶ ἀρχῆς ὀρεγόμενοι καὶ νομίζοντες εὐμαρέστερα σφίσιν ἅπαντα ἔσεσθαι τοιῶνδε καὶ τοσῶνδε ἀνδρῶν ἀθρόως ἐκποδὼν γενομένων· τοὺς δὲ φίλους καὶ συγγενεῖς αὐτῶν ἐδεδοίκεσαν καὶ τὴν ἄλλην βουλὴν ἐπιρρέπουσαν ἐς ἐκείνους, Δέκμον τε μάλιστα, τῆς ὁμόρου Κελτικῆς ᾑρημένον ὑπὸ Καίσαρος ἄρχειν, στρατὸν πολὺν ἐχούσης. ἐδόκει δὴ καραδοκεῖν ἔτι τὰ γενησόμενα καὶ τεχνάζειν εἰ δύναιντο περισπάσαι πρὸς ἑαυτοὺς τὴν στρατιὰν τὴν Δέκμου, ἄθυμον ἤδη τοῖς ἀτρύτοις πόνοις γεγενημένην. οὕτω δὲ δόξαν αὐτοῖς ὁ Ἀντώνιος τοὺς εἰπόντας ἠμείψατο· κατὰ μὲν ἔχθραν ἰδίαν οὐδὲν ἐργασόμεθα· ἕνεκα δὲ τοῦ μύσους καὶ ὧν Καίσαρι πάντες ὠμόσαμεν, φύλακες αὐτῷ τοῦ σώματος ἢ τιμωροὶ παθόντι τι ἔσεσθαι, εὔορκον ἦν τὸ ἄγος ἐξελαύνειν καὶ μετʼ ὀλιγωτέρων καθαρῶν βιοῦν μᾶλλον ἢ πάντας ἐνόχους ὄντας ταῖς ἀραῖς. ἀλλὰ διʼ ὑμᾶς οἷς οὕτω δοκεῖ, σκεψόμεθα μεθʼ ὑμῶν ἐν τῷ βουλευτηρίῳ καὶ νομιοῦμεν εὐαγὲς ἔσεσθαι τῇ πόλει, ὅ τι ἂν κοινῇ δοκιμάσητε.
ὁ μὲν ἀσφαλῶς οὕτως ἀπεκρίνατο. οἱ δὲ χάριν τε ᾔδεσαν καὶ ἀπεχώρουν ἐν ἐλπίδι βεβαίῳ τὰ πάντα θέμενοι· τὴν γὰρ βουλὴν σφίσι συμπράξειν ἐς πάντα ἐπεποίθεσαν. ὁ δὲ Ἀντώνιος τὰς μὲν ἀρχὰς ἐκέλευσε νυκτοφυλακεῖν τὴν πόλιν, ἐκ διαστήματος ἐν μέσῳ προκαθημένας ὥσπερ ἐν ἡμέρᾳ· καὶ ἦσαν πυραὶ πανταχοῦ κατὰ τὸ ἄστυ καὶ διʼ αὐτῶν ἔθεον ἀνὰ τὴν νύκτα πᾶσαν ἐς τὰς τῶν βουλευτῶν οἰκίας οἱ τῶν ἀνδροφόνων οἰκεῖοι, παρακαλοῦντες ὑπὲρ αὐτῶν καὶ ὑπὲρ τῆς πατρίου πολιτείας· ἀντιπαρέθεον δὲ καὶ οἱ τῶν κληρούχων ἡγεμόνες ἀπειλοῦντες, εἰ μή τις αὐτοῖς φυλάξει τὰς κληρουχίας τάς τε ἤδη δεδομένας καὶ τὰς ἐπηγγελμένας. ἤδη δὲ καὶ τῶν ἀστῶν ὁ καθαρώτατος λεὼς ἀνεθάρρει, τὴν ὀλιγότητα τῶν δεδρακότων πυθόμενοι· καὶ ἐς μνήμην τοῦ Καίσαρος ὑπεφέροντο καὶ ταῖς γνώμαις διῃροῦντο. τῆς δʼ αὐτῆς νυκτὸς καὶ τὰ χρήματα τοῦ Καίσαρος καὶ τὰ ὑπομνήματα τῆς ἀρχῆς ἐς τὸν Ἀντώνιον μετεκομίζετο, εἴτε τῆς γυναικὸς αὐτὰ τῆς Καίσαρος ἐξ ἐπικινδύνου τότε οἰκίας ἐς ἀκινδυνοτέραν τὴν Ἀντωνίου μεταφερούσης, εἴτε τοῦ Ἀντωνίου κελεύσαντος.
γιγνομένων δὲ τούτων διάγραμμα νυκτὸς ἀνεγινώσκετο Ἀντωνίον τὴν βουλὴν συγκαλοῦντος ἔτι πρὸ ἡμέρας ἐς τὸ τῆς Γῆς ἱερόν, ἀγχοτάτω μάλιστα ὂν τῆς οἰκίας Ἀντωνίου· οὔτε γὰρ ἐς τὸ βουλευτήριον ἐθάρρει κατελθεῖν, ὑποκείμενον τῷ Καπιτωλίῳ, τῶν μονομάχων ὄντων ἐκείνοις συνεργῶν, οὔτε στρατιὰν ἐσαγαγὼν ἐς τὴν πόλιν διαταράξαι· Λέπιδος δὲ ὅμως εἰσήγαγε. πλησιαζούσης δὲ τῆς ἡμέρας οἵ τε ἄλλοι βουλευταὶ συνέθεον ἐς τὸ τῆς Γῆς ἱερὸν καὶ Κίννας ὁ στρατηγός, αὖθις ἐπικείμενος τὴν στρατηγικὴν ἐσθῆτα, ἣν ἐχθὲς ὡς τυράννου δόντος ἐξερρίφει. θεασάμενοι δʼ αὐτόν τινες τῶν ἀδεκάστων καὶ τῶν ἐστρατευμένων τῷ Καίσαρι, διʼ ὀργῆς ἔχοντες ὅτι πρῶτος ἐπὶ τῷ Καίσαρι, καίπερ οἰκεῖος ὢν αὐτοῦ, βλασφήμως ἐδημηγόρησε, λίθοις ἔβαλλον καὶ ἐδίωκον· καὶ ἐς οἰκίαν τινὰ συμφυγόντα, ξύλα συμφέροντες, ἐμπρήσειν ἔμελλον, εἰ μὴ Λέπιδος μετὰ στρατιᾶς ἐπελθὼν ἐκώλυσε.
τοῦτο μὲν δὴ πρῶτον ἔργον παρρησίας ἦρξεν ἐπὶ τῷ Καίσαρι, καὶ αὐτὸ κατέδεισαν οἵ τε μισθωτοὶ καὶ οἱ σφαγεῖς αὐτοί· ἐν δὲ τῷ βουλευτηρίῳ βραχὺ μὲν ἦν τὸ καθαρεῦον σπουδῆς βιαίου καὶ ἀγανακτοῦν, οἱ δὲ πλέονες σὺν παρασκευῇ ποικίλῃ τοῖς ἀνδροφόνοις συνήργουν. καὶ πρῶτα μὲν αὐτοὺς ἀξιοπίστως ἠξίουν καὶ παρεῖναι σφίσι καὶ συνεδρεύειν, ἐξ ὑπευθύνων ἐς κριτὰς μεταφέροντες. καὶ ὁ Ἀντώνιος οὐκ ἐκώλυεν, εἰδὼς οὐκ ἐλευσομένους· οὐδὲ ἦλθον. εἶτα ἐπὶ διαπείρᾳ τῆς βουλῆς οἱ μὲν αὐτῶν μάλα θρασέως τὸ πεπραγμένον ἐπῄνουν ἄντικρυς καὶ τοὺς ἄνδρας ἐκάλουν τυραννοκτόνους καὶ γεραίρειν ἐκέλευον, οἱ δὲ τὰ μὲν γέρα περιῄρουν, ὡς οὐδὲ ἐκείνων δεομένων οὐδὲ ἐπὶ τῷδε αὐτὰ πραξάντων. εὐφημεῖν δὲ μόνον αὐτοὺς ἐδικαίουν ὡς εὐεργέτας· οἱ δὲ καὶ τὴν εὐφημίαν ὑπανῄρουν καὶ φείδεσθαι μόνον αὐτῶν ἠξίουν.
καὶ οἱ μὲν τάδε ἐτέχναζον καὶ περιεώρων, ὅ τι πρῶτον αὐτῶν ἐνδεξαμένη μάλιστα ἡ βουλὴ πρὸς τὰ λοιπὰ κατʼ ὀλίγον εὐεπιχείρητος αὑτοῖς ἔσοιτο· οἱ δὲ καθαρώτεροι τὸ μὲν ἔργον ὡς ἄγος ἀπεστρέφοντο, αἰδοῖ δὲ μεγάλων οἴκων περισῴζειν αὐτοὺς οὐκ ἐκώλυον, ἠγανάκτουν δέ, εἰ καὶ τιμήσουσιν ὡς εὐεργέτας. οἱ δὲ ἀντέλεγον μὴ χρῆναι περισῴζοντας φθονεῖν τῶν περισσῶν ἐς ἀσφάλειαν. ὡς δέ τις εἶπε τὴν τούτων τιμὴν ὕβριν Καίσαρι φέρειν, οὐκ εἴων ἔτι τὸν τεθνεῶτα τῶν περιόντων προτιθέναι. ἑτέρου δὲ ἐγκρατῶς εἰπόντος, ὅτι χρὴ δύο τῶνδε πάντως τὸ ἕτερον, ἢ Καίσαρα τύραννον προαποφαίνειν ἢ τούτους ἐξ ἐλέου περισῴζειν, τούτου μόνου δεξάμενοι τὸ λεχθὲν οἱ ἕτεροι ᾔτουν σφίσι ψῆφον ἀναδοθῆναι περὶ τοῦ Καίσαρος ἐπὶ ὅρκῳ, καὶ εἰ καθαρῶς ἐθέλουσι κρῖναι, μηδένʼ αὑτοῖς ἐπιθεάσαι τὰ ἐξ ἀνάγκης ἐψηφισμένα ἄρχοντι ἤδη, ὧν οὐδὲν ἑκόντας οὐδὲ πρὶν ἢ δεῖσαι περὶ σφῶν αὐτῶν. ἀνῃρημένου τε Πομπηίου καὶ ἐπὶ Πομπηίῳ μυρίων ἄλλων, ψηφίσασθαι.
ὁ δὲ Ἀντώνιος ἐφορῶν αὐτοὺς καὶ ἐφεδρεύων, ἐπειδὴ λόγων ὕλην οὐκ ἄπορον οὐδὲ ἀναμφίλογον εἶδεν ἐσφερομένην, ἔγνω τὸ ἐνθύμημα αὐτῶν οἰκείῳ φόβῳ καὶ φροντίδι περὶ σφῶν αὐτῶν διαχέαι. εἰδὼς οὖν τῶν βουλευτῶν αὐτῶν πολὺ πλῆθος ἔς τε τὰς ἀρχὰς τὰς ἐν ἄστει καὶ ἐς ἱερωσύνας καὶ ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας ὑπὸ τοῦ Καίσαρος εἰς τὸ μέλλον ᾑρημένους ʽὡς γὰρ ἐπὶ χρόνιον στρατείαν ἐξιὼν ἐπὶ πενταετὲς ᾕρητὀ, σιωπὴν ὡς ὕπατος ἐπικηρύξας ἔφη· τοῖς αἰτοῦσι περὶ Καίσαρος ψῆφον ἀνάγκη τάδε προειδέναι, ὅτι ἄρχοντος μὲν αὐτοῦ καὶ αἱρετοῦ προστάτου γενομένου τὰ πεπραγμένα καὶ δεδογμένα πάντα κύρια μενεῖ, δόξαντος δʼ ἐπὶ βίᾳ τυραννῆσαι τό τε σῶμα ἄταφον τῆς πατρίδος ὑπερορίζεται καὶ τὰ πεπραγμένα πάντα ἀκυροῦται. ἔστι δέ, ὡς ὅρῳ περιλαβεῖν, ἐπὶ πᾶσαν ἀφικνούμενα γῆν καὶ θάλασσαν, καὶ τὰ πολλὰ αὐτῶν οὐδὲ βουλομένοις ἡμῖν ὑπακούσεται· καὶ δείξω μετʼ ὀλίγον. ὃ δέ ἐστι μόνον ἐφʼ ἡμῖν, ὅτι καὶ περὶ μόνων ἐστὶν ἡμῶν, τοῦτο ὑμῖν προθήσω πρὸ τῶν ἄλλων, ὡς ἂν ἐν τῷ εὐμαρεῖ τὴν εἰκόνα τῶν δυσχερεστέρων προλάβοιτε. ἡμεῖς γὰρ αὐτοὶ σχεδὸν ἅπαντες οἱ μὲν ἤρξαμεν ὑπὸ τῷ Καίσαρι, οἱ δὲ ἔτι ἄρχομεν αἱρετοὶ πρὸς ἐκείνου γενόμενοι, οἱ δὲ ἐς τὸ μέλλον ἄρχειν κεχειροτονήμεθα· ἐς γὰρ πενταετες, ὡς ἴστε, καὶ τὰ ἀστικὰ ἡμῖν καὶ τὰ ἐτήσια τὰς τῶν ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας διετάξατο. εἰ δὴ ταῦτα ὑμεῖς ἑκόντες ἀποθήσεσθε ʽἐστὲ γὰρ ὑμεῖς τοῦδε μάλιστα κύριοἰ, τόδε πρῶτον ὑμᾶς ἀξιῶ κρῖναι· καὶ τὰ λοιπὰ ἐποίσω.
ὁ μὲν δὴ τοιοῦτον αὐτοῖς οὐ περ Καίσαρος, ἀλλὰ περὶ σφῶν αὐτῶν δαλὸν ἐξάψας ἡσύχαζεν· οἱ δʼ εὐθὺς ἀνεπήδων ἀθρόοι μετὰ βοῆς, οὐκ ἀξιοῦντες ἐπὶ χειροτονίαις ἄλλαις οὐδʼ ἐπὶ τῷ δήμῳ γενέσθαι μᾶλλον ἢ βεβαίως ἔχειν, ἃ ἔλαβον. τοῖς δὲ καὶ ἡλικίας τι νεώτερον ἢ ἄλλη πρὸς χειροτονίαν ἐναντίωσις ὑποῦσα ἀνηρέθιζε. καὶ τῶνδε αὐτὸς ὁ ὕπατος ἐξῆρχε Δολοβέλλας· οὐ γὰρ αὐτῷ δυνατὸν ἐφαίνετο κατʼ ἔννομον χειροτονίαν ὑπατεῦσαι, πέντε καὶ εἴκοσιν ἐνιαυτῶν ὄντι. ὀξεῖα δὴ τοῦ χθὲς ὑποκριναμένου μετασχεῖν τῶν γεγονότων ἐγίγνετο μεταβολή, λοιδορουμένου τοῖς πολλοῖς, εἰ τοὺς ἀνδροφόνους τιμᾶν ἀξιοῦντες τοὺς ἄρχοντας σφῶν ἀτιμώσουσιν ἐς εὐπρέπειαν τῆς ἐκείνων σωτηρίας. οἱ δὲ αὐτόν τε τὸν Δολοβέλλαν καὶ τοὺς ἄλλους ἐπήλπιζον χάριν ἐκ τοῦ δήμου λαβόντες ἐς τὰς αὐτὰς ἀρχὰς ἀποφανεῖν αὐτίκα καὶ οὐκ ἀρχόντων ἀλλαγήν, ἀλλὰ μόνης ἔσεσθαι χειροτονίας ἐπὶ τὸ νομιμώτερον ἐκ τοῦ μοναρχικοῦ· ὃ καὶ κόσμον αὐτοῖς οἴσειν ἔν τε μοναρχίᾳ καὶ δημοκρατίᾳ τὰ ὅμοια προτιμωμένοις. καὶ τούτων ἔτι λεγομένων ἔνιοι τῶν στρατηγῶν τὰς ἐσθῆτας ἐπὶ ἐνέδρᾳ τῶν ἀντιλεγόντων ἀπετίθεντο, ὡς καὶ αὐτοὶ μετὰ τῶν ἄλλων αὐτὰς ἀντιληψόμενοι νομιμώτερον. τοῖς δὲ ἥ τε ἐνέδρα κατεφαίνετο, καὶ οὐδὲ κυρίους ἔτι τῆσδε τῆς χειροτονίας ἐσομένους ᾔδεσαν.
ὧδε δὲ ἔτι ἐχόντων, ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος ἐκ τοῦ βουλευτηρίου προῆλθον· καὶ γάρ τινες αὐτοὺς ἐκ πολλοῦ συνδραμόντες ἐκάλουν ὡς δὲ ὤφθησαν ἐκ μετεώρου καὶ σιγὴ κεκραγότων μόλις ἐγίγνετο, εἷς μέν τις ἐβόησεν, εἴτε κατὰ γνώμην ἰδίαν εἴτε παρεσκευασμένος· φυλάσσεσθε παθεῖν ὅμοια. καὶ ὁ Ἀντώνιος αὐτῷ παραλύσας τι τοῦ χιτωνίσκου θώρακα ἐντὸς ἐπεδείκνυεν, ὑπερεθίζων ἄρα τοὺς ὁρῶντας ὡς οὐκ ἐνὸν σῴζεσθαι χωρὶς ὅπλων οὐδὲ ὑπάτοις. ἐπιβοώντων δʼ ἑτέρων τὸ πεπραγμένον ἐπεξιέναι καὶ τῶν πλεόνων περὶ τῆς εἰρήνης παρακαλούντων, τοῖς μὲν περὶ τῆς εἰρήνης ἔφη· περὶ τούτου σκοποῦμεν, ὡς ἔσται τε καὶ γενομένη διαμενεῖ· δυσεύρετον γὰρ ἤδη τὸ ἀσφαλὲς αὐτῆς, ὅτι μηδὲ Καίσαρα ὤνησαν ὅρκοι τοσοίδε καὶ ἀραί. ἐς δὲ τοὺς ἐπεξιέναι παρακαλοῦντας ἐπιστραφεὶς ἐπῄνει μὲν ὡς εὐορκότερα καὶ εὐσεβέστερα αἱρουμένους καί αὐτὸς ἄν, ἔφη, συνετασσόμην ὑμῖν καὶ τὰ αὐτὰ πρῶτος ἐβόων, εἰ μὴ ὕπατος ἦν, ᾧ τοῦ λεγομένου συμφέρειν μᾶλλον ἢ τοῦ δικαίου μέλει· ὧδε γὰρ ἡμῖν οἱ ἔνδον παραινοῦσιν. οὕτω δέ που καὶ Καῖσαρ αὐτός, οὓς εἷλε πολέμῳ τῶν πολιτῶν, διὰ τὸ συμφέρον τῆς πόλεως περισώσας ὑπʼ αὐτῶν ἀπέθανε.
τοιαῦτα τοῦ Ἀντωνίου παρὰ μέρος τεχνάζοντος οἱ ἀμύνειν τοῖς γεγονόσιν ἀξιοῦντες Λέπιδον ἠξίουν ἀμύνειν. Λεπίδου δέ τι μέλλοντος λέγειν, οἱ πόρρω συνεστῶτες κατελθεῖν αὐτὸν εἰς τὴν ἀγορὰν ἠξίουν, ἵνα ὁμαλῶς ἅπαντες ἐπακούσειαν. καὶ ὁ μὲν εὐθὺς ᾔει, νομίζων ἤδη τὸ πλῆθος τρέπεσθαι, καὶ ἐπὶ τὰ ἔμβολα παρελθὼν ἔστενε καὶ ἔκλαιεν ἐν περιόπτῳ μέχρι πολλοῦ, ἀνενεγκὼν δέ ποτε εἶπεν· ἐνταῦθα χθὲς μετὰ Καίσαρος ἱστάμην, ἔνθα νῦν ἀναγκάζομαι ζητεῖν περὶ Καίσαρος ἀνῃρημένου, τί βούλεσθε. ἀναβοησάντων δὲ πολλῶν· ἀμύνειν σε τῷ Καίσαρι, ἀντανεβόησαν οἱ μισθωτοί. τὴν εἰρήνην τῇ πόλει. ὁ δὲ τούτοις μὲν ἔφη· βουλόμεθα. ἀλλὰ ποίαν λέγετε εἰρήνην; ἢ ποίοις ὅρκοις ἀσφαλὴς ἔσται; τοὺς μὲν γὰρ πατρίους πάντας ὠμόσαμεν Καίσαρι καὶ κατεπατήσαμεν, οἱ τῶν ὀμωμοκότων ἄριστοι εἶναι λεγόμενοι. πρὸς δὲ τοὺς ἀμύνειν ἀξιοῦντας ἐπιστραφείς ὁ μὲν Καῖσαρ ἡμῶν, ἔφη, μεθέστηκεν, ἱερὸς τῷ ὄντι καὶ τίμιος ἀνήρ, τὴν δὲ πόλιν τοὺς ὑπολοίπους αἰδούμεθα βλάψαι. καὶ τάδε, ἔφη, σκοποῦσιν ἡμῶν οἱ πρόβουλοι, καὶ δοκεῖ τοῖς πλέοσιν. ἀνακραγόντων δὲ αὖθις· ἐπέξιθι μόνος, βούλομαι, εἶπε, καὶ εὔορκόν ἐστί μοι καὶ μόνῳ. ἀλλʼ οὐκ ἐμὲ καὶ ὑμᾶς βούλεσθαι δεῖ μόνους οὐδὲ μόνους ἀντιτιθέναι.
τοιαῦτα καὶ τοῦτον τεχνάζοντα οἱ μισθωτοὶ φιλότιμον εἰδότες ἐπῄνουν καὶ ᾑροῦντο ἐπὶ τὴν Καίσαρος ἱερωσύνην. τοῦ δὲ ἥψατο μὲν ἡ ἡδονή, μέμνησθε, δὲ ἔφη, μοι τοῦδε καὶ ὕστερον, ἂν ἄξιος εἶναι δοκῶ. μᾶλλον οὖν ἔτι παρρησίᾳ διὰ τὴν ἱερωσύνην ὑπὲρ τῆς εἰρήνης τῶν μισθωτῶν ἐνισταμένων, ἀσεβὲς μέν, ἔφη, καὶ παράνομον, ἐργάσομαι δὲ ὅμως, ὃ βούλεσθε. καὶ εἰπὼν ἐς τὸ βουλευτήριον ἀνέτρεχεν, ἐν ᾧ πάντα τὸν χρόνον τόνδε ὁ Δολοβέλλας ὑπὲρ τῆς ἀρχῆς ἐνίστατο ἀσχημόνως. καὶ ὁ Ἀντώνιος, ἀναμένων ἅμα τὰ ἐν τῷ δήμῳ γιγνόμενα, σὺν γέλωτι αὐτὸν ἐφεώρα· καὶ γὰρ ἤστην διαφόρω. ὡς δὲ ἅλις ἔσχε τῆς ὄψεως καὶ οὐδʼ ἐν τῷ δήμῳ τι γεγένητο θερμότερον, τοὺς μὲν οὖν ἄνδρας ἔγνω περισῴζειν ὑπὸ ἀνάγκης, ἐπικρύπτων τὴν ἀνάγκην καὶ ὡς ἐν βαρυτάτῃ χάριτι περισῴζων, τὰ δὲ τῷ Καίσαρι πεπραγμένα κυροῦν συμβόλῳ καὶ τὰ βεβουλευμένα συντελεῖν.
σιωπήν τε κατακηρύξας αὖθις ἔλεγεν·
ἐγὼ περὶ μὲν τῶν ἁμαρτόντων πολιτῶν, ὦ ἄνδρες ὁμότιμοι, σκεπτομένοις ὑμῖν οὐδὲν ἐπεφθεγγόμην· περὶ δὲ Καίσαρος ἀντʼ ἐκείνων ψῆφον αἰτοῦσιν ἓν ἐκ τῶν Καίσαρος ἔργων προύθηκα μέχρι νῦν, καὶ τοσούτους ἡμῖν τὸ ἓν ἀγῶνας ἤγειρεν, οὐκ ἀλόγως· εἰ γὰρ ἀποθησόμεθα τὰς ἀρχάς, ὁμολογήσομεν ἄνδρες τοσοίδε καὶ τοιοίδε ἀναξίως αὐτῶν τετυχηκέναι. ὅσα δʼ οὖν μηδὲ ἐπακούσεται ῥᾳδίως, ἐπισκέψασθε νῦν αὐτὰ καὶ συναριθμεῖτε κατά τε πόλεις καὶ κατὰ ἔθνη καὶ βασιλέας καὶ δυνάστας. πάντα γὰρ δὴ σχεδὸν εἰπεῖν, ὅσα ἐξ ἠοῦς ἐπὶ δύσιν ὁ Καῖσαρ ἡμῖν ἐχειρώσατο δυνάμει καὶ κράτει, συνεστήσατο, νόμοις καὶ χάρισι καὶ φιλανθρωπίαις βεβαιωσάμενος· ὧν τίνας ὑποστήσεσθαι δοκεῖτε ἀφαιρουμένους, ἃ ἔλαβον, εἰ μὴ πάντα ἐμπλῆσαι πολέμων ἐθέλετε, οἳ τῇ πατρίδι ὡς ἀσθενεστάτῃ μάλιστα οὔσῃ τοὺς ἐναγεῖς περισῴζειν ἀξιοῦτε;
καὶ τὰ μὲν πορρωτέρω τοῖς τε δεινοῖς ἔτι καὶ τοῖς φόβοις ἀφεστηκότα ἐάσω· ἃ δὲ οὐκ ἀγχοῦ μόνον ἐστὶν ἡμῖν, ἀλλὰ σύνοικα ἀνὰ τὴν Ἰταλίαν αὐτήν, τοὺς τὰ νικητήρια λαβόντας καὶ κατὰ πλῆθος ἅμα τοῖς ὅπλοις, ὡς ἐστρατεύοντο, ὑπὸ τῇ αὐτῇ συντάξει συνῳκισμένους ὑπὸ Καίσαρος, ὧν ἔτι πολλαὶ μυριάδες εἰσὶν ἐν τῇ πόλει, τί νομίζετε πράξειν ἀφαιρουμένους, ὧν εἰλήφασιν ἢ προσδοκῶσι λήψεσθαι πόλεών τε καὶ χωρίων; καὶ τοῦδε μὲν ὑμῖν καὶ ἡ παρελθοῦσα νὺξ τὴν εἰκόνα ἔδειξε.
δεομένοις γὰρ ὑμῖν ὑπὲρ τῶν ἁμαρτόντων ἀντιπαρέθεον ἐκεῖνοι μετὰ ἀπειλῆς· τὸ δὲ σῶμα τοῦ Καίσαρος συρόμενον καὶ αἰκιζόμενον καὶ ἄταφον ῥιπτούμενον ʽκαὶ γὰρ ταῦτα ἐκ τῶν νόμων τοῖς τυράννοις ἐπιτέτακταἰ περιόψεσθαι νομίζετε τοὺς ἐστρατευμένους αὐτῷ; καὶ τὰ Κελτῶν καὶ Βρεττανῶν νομιεῖν, ἃ εἰλήφασιν, ἕξειν βέβαια τοῦ δόντος ὑβριζομένου; τί δὲ τὸν δῆμον αὐτὸν ἐργάσεσθαι; τί δὲ τοὺς Ἰταλιώτας; πόσον δὲ ὑμῖν ἔσεσθαι φθόνον παρά τε ἀνδρῶν καὶ θεῶν, ἐνυβρίζουσιν ἐς τὸν ὑμῖν τὴν ἡγεμονίαν μέχρις ὠκεανοῦ, ἐπὶ τὴν ἄγνωστον προαγαγόντα; καὶ οὐκ ἐν αἰτίᾳ καὶ καταγνώσει μᾶλλον ἔσεσθαι τὴν τοσήνδε ἡμῶν ἀνωμαλίαν, εἰ τοὺς μὲν ὕπατον ἐν βουλευτηρίῳ καὶ ἱερὸν ἄνδρα ἐν ἱερῷ χωρίῳ, βουλῆς ἀγηγερμένης, ὑπὸ ὄψεσι θεῶν κατακανόντας τιμᾶν ἀξιώσομεν, ἀτιμοῦν δὲ τὸν καὶ τοῖς πολεμίοις διʼ ἀρετὴν τίμιον; τούτων μὲν οὖν ὡς οὔτε ὁσίων οὔτε ἐφʼ ἡμῖν ὄντων προλέγω πάμπαν ἀπέχεσθαι· γνώμην δὲ ἐσφέρω τὰ μὲν πεπραγμένα καὶ βεβουλευμένα τῷ Καίσαρι πάντα κυροῦν, τοὺς δὲ ἁμαρτόντας ἐπαινεῖν μὲν οὐδενὶ τρόπῳ ʽοὐ γὰρ ὅσιον οὐδὲ δίκαιον, οὐδὲ σύμφωνον ἔτι τῷ κυροῦν τὰ Καίσαρι πεπραγμένἀ, περισῴζειν δὲ ἐξ ἐλέου μόνον, εἰ ἐθέλοιτε, διὰ τοὺς οἰκείους αὐτῶν καὶ φίλους, εἰ δὴ καὶ τόδε αὐτὸ οἵδε λαμβάνειν ὑπὲρ ἐκείνων ὁμολογοῖεν ἐν χάριτος μέρει.
τοιαῦτα εἰπόντος τοῦ Ἀντωνίου σὺν ἀνατάσει τε καὶ ὁρμῇ βαρυτέρᾳ, γίγνεται δόγμα, ἡσυχαζόντων ἤδη καὶ ἀγαπώντων ἁπάντων, φόνου μὲν οὐκ εἶναι δίκας ἐπὶ τῷ Καίσαρι, κύρια δὲ εἶναι τὰ πεπραγμένα αὐτῷ πάντα καὶ ἐγνωσμένα, ἐπεὶ τῇ πόλει συμφέρει. ἐβιάσαντο γὰρ τόδε ἐς ἀσφάλειαν οἱ τῶν περισῳζομένων οἰκεῖοι προστεθῆναι μάλιστα, ὡς οὐ δικαίως φυλασσόμενα μᾶλλον ἢ διὰ χρείαν. καὶ ὁ Ἀντώνιος αὐτοῖς ἐς τοῦτο ἐνέδωκεν. ἐψηφισμένων δὲ τούτων, ὅσοι τῶν κληρούχων ἡγεμόνες ἦσαν, ἠξίουν ἴδιον περὶ σφῶν ἐπὶ τῷ κοινῷ δόγμα ἕτερον γενέσθαι, βεβαιοῦν αὐτῶν τὰς κληρουχίας. καὶ οὐκ ἐκώλυεν ὁ Ἀντώνιος, ἐπιδεικνὺς τῇ βουλῇ τὸν φόβον. γίγνεται μὲν δὴ καὶ τοῦτο καὶ ἕτερον αὖ περὶ τῶν ἐξιόντων ἐπὶ τὰς ἀποικίας ὅμοιον· Λεύκιον δὲ Πείσωνα, ὅτῳ τὰς διαθήκας ὁ Καῖσαρ παρετίθετο, τοῦτον ἤδη τὸν τρόπον τῆς βουλῆς διαλελυμένης τινὲς περιστάντες παρεκάλουν μήτε τὰς διαθήκας προφέρειν μήτε θάπτειν τὸ σῶμα φανερῶς, μή τι νεώτερον ἕτερον ἐκ τούτων γένοιτο. καὶ οὐ πειθόμενον ἠπείλουν ἐσαγγέλλειν, ὅτι τὸν δῆμον οὐσίαν τηλικαύτην ἀφαιροῖτο γιγνομένην κοινήν, αὖθις ἄρα ἐνσημαινόμενοι τὴν τυραννίδα.
ἐκβοήσας οὖν ὁ Πείσων ὅτι μέγιστον καὶ τοὺς ὑπάτους ἔτι παροῦσάν οἱ τὴν βουλὴν ἀξιώσας συναγαγεῖν, εἶπεν· οἱ τύραννον λέγοντες ἕνα ἀνῃρηκέναι τοσοίδε ἡμῶν ἀνθʼ ἑνὸς ἤδη τυραννοῦσιν· οἳ θάπτειν με κωλύουσι τὸν ἀρχιερέα καὶ τὰς διαθήκας ἀπειλοῦσι προφέροντι καὶ τὴν οὐσίαν δημεύουσιν αὖθις ὡς τυράννου. καὶ τὰ μὲν ἐπὶ τούτοις αὐτῷ πεπραγμένα κεκύρωται· ἃ δὲ ἐφʼ ἑαυτῷ κατέλιπεν, ἀκυροῦσιν, οὐ Βροῦτος ἔτι οὐδὲ Κάσσιος, ἀλλʼ οἱ κἀκείνους ἐς τόνδε τὸν ὄλεθρον ἐκριπίσαντες. τῆς μὲν οὖν ταφῆς ὑμεῖς ἐστε κύριοι, τῶν δὲ διαθηκῶν ἐγώ· καὶ οὔποτε ἃ ἐπιστεύθην προδώσω, πρὶν κἀμέ τις ἐπανέλῃ. θορύβου δὲ καὶ ἀγανακτήσεως γενομένης παρὰ πάντων, καὶ μάλιστα τῶν τι καὶ ἐλπιζόντων ἐκ τῶν διαθηκῶν αὑτοῖς ἔσεσθαι, τάς τε διαθήκας ἐς τὸ μέσον ἔδοξε προφέρειν καὶ θάπτειν τὸν ἄνδρα δημοσίᾳ. καὶ ἐπὶ τοῖσδε ἡ βουλὴ διελύθη.
Βροῦτος δὲ καὶ Κάσσιος αἰσθόμενοι τῶν γεγονότων ἐς τὸ πλῆθος περιέπεμπον καὶ παρεκάλουν πρὸς αὑτοὺς ἀνελθεῖν ἐς τὸ Καπιτώλιον. συνδραμόντων δὲ ὀξέως πολλῶν ὁ Βροῦτος ἔλεγεν·
ἐνταῦθα ὑμῖν ἐντυγχάνομεν, ὦ πολῖται, οἱ χθὲς κατʼ ἀγορὰν ἐντυχόντες, οὔτε ὡς ἐς ἱερὸν καταφυγόντες ʽοὐ γὰρ ἡμάρτομεν’ οὔτε ὡς ἐπὶ κρημνόν, οἳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέπομεν ὑμῖν. ἀλλὰ τὸ Κίννα πάθος, ὀξύτερόν τε καὶ ἀλογώτερον αὐτῷ γενόμενον, οὕτως ἠνάγκασεν. ᾐσθόμην δὲ τῶν ἐχθρῶν διαβαλλόντων ἡμᾶς ἐς ἐπιορκίαν καὶ ἐς αἰτίαν ἀπορίας εἰρήνης ἀσφαλοῦς. ἃ δὴ περὶ τούτων ἔχομεν εἰπεῖν, ἐν ὑμῖν ἐροῦμεν, ὦ πολῖται, μεθʼ ὧν καὶ τἆλλα δημοκρατουμένων πράξομεν. ἐπειδὴ Γάιος Καῖσαρ ἐκ Γαλατίας ἐπὶ τὴν πατρίδα ἤλασε σὺν ὅπλοις πολεμίοις καὶ Πομπήιος μὲν ὁ δημοκρατικώτατος ὑμῶν ἔπαθεν, οἷα ἔπαθεν, ἐπὶ δʼ αὐτῷ πλῆθος ἄλλο πολιτῶν ἀγαθῶν ἔς τε Λιβύην καὶ Ἰβηρίαν ἐλαυνόμενοι διωλώλεσαν, εἰκότως αὐτῷ δεδιότι καὶ βέβαιον ἔχοντι τὴν τυραννίδα ἀμνηστίαν αἰτοῦντι ἔδομεν καὶ ὠμόσαμεν ὑπὲρ αὐτῆς. εἰ δὲ ἡμῖν ὀμνύναι προσέταττεν οὐ τὰ παρελθόντα μόνον οἴσειν ἐγκρατῶς, ἀλλὰ δουλεύσειν ἐς τὸ μέλλον ἑκόντας, τί ἂν ἔπραξαν οἱ νῦν ἐπιβουλεύοντες ἡμῖν; ἐγὼ μὲν γὰρ ὄντας γε Ῥωμαίους οἶμαι πολλάκις ἀποθανεῖν ἂν ἑλέσθαι μᾶλλον ἢ δουλεύειν ἑκόντας ἐπὶ ὅρκῳ.
εἰ μὲν δὴ μηδὲν ἔτι εἰς δουλείαν εἰργάζετο ὁ Καῖσαρ, ἐπιωρκήσαμεν· εἰ δὲ οὔτε τὰς ἀρχὰς τὰς ἐν ἄστει οὔτε τὰς τῶν ἐθνῶν ἡγεμονίας οὔτε στρατείας ἢ ἱερωσύνας ἢ κληρουχίας ἢ τιμὰς ἄλλας ὑμῖν ἀπέδωκεν οὐδὲ προεβούλευεν ἡ βουλὴ περὶ οὐδενὸς οὐδʼ ὁ δῆμος ἐπεκύρου, ἀλλὰ πάνθʼ ὁ Καῖσαρ ἦν ἅπασιν ἐξ ἐπιτάγματος καὶ οὐδὲ κόρος αὐτῷ τοῦ κακοῦ τις ἐγίγνετο, οἷος ἐγένετο Σύλλᾳ, ἀλλʼ ὁ μὲν τοὺς ἐχθροὺς καθελὼν ἀπέδωκεν ὑμῖν τὴν πολιτείαν, ὁ δʼ ἐπὶ ἄλλην στρατείαν χρόνιον ἀπιὼν ἐς πενταετὲς ὑμῶν τὰ ἀρχαιρέσια προελάμβανε, ποία ταῦτα ἦν ἐλευθερία, ἧς οὐδʼ ἐλπὶς ὑπεφαίνετο ἔτι; τί δὲ οἱ τοῦ δήμου προστάται Καισήτιος καὶ Μάρυλλος; οὐχ ἱερὰν καὶ ἄσυλον ἄρχοντες ἀρχὴν ἐξηλαύνοντο σὺν ὕβρει; καὶ ὁ μὲν νόμος ὁ τῶν προγόνων καὶ ὁ ὅρκος οὐδʼ ἐπάγεσθαι δίκην ἔτι οὖσι δημάρχοις ἐπιτρέπουσιν· ὁ δὲ Καῖσαρ αὐτοὺς ἐξήλασεν, οὐδὲ δίκην ἐπαγαγών.
πότεροι οὖν ἐς τοὺς ἀσύλους ἡμάρτανον; ἢ Καῖσαρ μὲν ἱερὸς καὶ ἄσυλος, ὅτῳ ταῦτα οὐχ ἑκόντες, ἀλλʼ ὑπʼ ἀνάγκης οὐδὲ πρὶν ἐπελθεῖν αὐτὸν ἐς τὴν πατρίδα σὺν ὅπλοις καὶ τοσούσδε καὶ τοιούσδε ἀγαθοὺς πολίτας κατακανεῖν, ἐθέμεθα· τὴν δὲ τῶν δημάρχων ἀρχὴν οὐχ ἱερὰν καὶ ἄσυλον οἱ πατέρες ἡμῶν ἐν δημοκρατίᾳ χωρὶς ἀνάγκης ὤμοσάν τε καὶ ἐπηράσαντο ἐς ἀεὶ ἔσεσθαι; ποῦ δὲ οἱ φόροι τῆς ἡγεμονίας καὶ λογισμοὶ συνεφέροντο; τίς δʼ ἡμῶν ἀκόντων ἤνοιγε τὰ ταμιεῖα; τίς τῶν ἀψαύστων καὶ ἐπαράτων ἐκίνει χρημάτων καὶ ἑτέρῳ δημάρχῳ κωλύοντι θάνατον ἠπείλει;