Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

19.141 οἱ δὲ ὑμῖν τὰ τῶν ὑμετέρων ὁμοεθνῶν διένεμον, τῶν ἐπὶ Κελτοὺς ὑμᾶς αὐτῷ Καίσαρι στρατευσάντων καὶ προπεμψάντων καὶ εὐξαμένων πολλὰ κατὰ τῶν ὑμετέρων νικητηρίων. καὶ συνῴκιζον ὑμᾶς ἐς ταῦτα ἀθρόους ὑπὸ σημείοις καὶ συντάξει στρατιωτικῇ, μήτε εἰρηνεύειν δυναμένους μήτε ἀδεεῖς εἶναι τῶν ἐξελαθέντων· ὁ γὰρ ἀλώμενος καὶ τῶν ὄντων ἀφῃρημένος ἔμελλεν ὑμῖν περιπολῶν ἐφεδρεύειν καιροφυλακῶν. τοῦτο δʼ ἦν, ὅπερ οἱ τύραννοι μάλιστα ἐβούλοντο, οὐ γῆν ὑμᾶς λαβεῖν, ἣν δὴ καὶ ἑτέρωθεν εἶχον παρασχεῖν, ἀλλʼ ὅπως ἐχθροὺς ἐφεδρεύοντας ἔχοντες ἀεὶ βέβαιοι φύλακες ἦτε τῆς ἀρχῆς τῆς ταῦτα ὑμῖν συναδικούσης· εὔνοια γὰρ ἐς τυράννους γίγνεται δορυφόρων ἐκ τοῦ συναδικεῖν καὶ συνδεδιέναι. καὶ τοῦτο, ὦ θεοί, συνοικισμὸν ἐκάλουν, ᾧ θρῆνος ὁμοφύλων ἀνδρῶν ἐπῆν καὶ ἀνάστασις οὐδὲν ἀδικούντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme