Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 2

18.127 τοῦτο μὲν δὴ πρῶτον ἔργον παρρησίας ἦρξεν ἐπὶ τῷ Καίσαρι, καὶ αὐτὸ κατέδεισαν οἵ τε μισθωτοὶ καὶ οἱ σφαγεῖς αὐτοί· ἐν δὲ τῷ βουλευτηρίῳ βραχὺ μὲν ἦν τὸ καθαρεῦον σπουδῆς βιαίου καὶ ἀγανακτοῦν, οἱ δὲ πλέονες σὺν παρασκευῇ ποικίλῃ τοῖς ἀνδροφόνοις συνήργουν. καὶ πρῶτα μὲν αὐτοὺς ἀξιοπίστως ἠξίουν καὶ παρεῖναι σφίσι καὶ συνεδρεύειν, ἐξ ὑπευθύνων ἐς κριτὰς μεταφέροντες. καὶ ὁ Ἀντώνιος οὐκ ἐκώλυεν, εἰδὼς οὐκ ἐλευσομένους· οὐδὲ ἦλθον. εἶτα ἐπὶ διαπείρᾳ τῆς βουλῆς οἱ μὲν αὐτῶν μάλα θρασέως τὸ πεπραγμένον ἐπῄνουν ἄντικρυς καὶ τοὺς ἄνδρας ἐκάλουν τυραννοκτόνους καὶ γεραίρειν ἐκέλευον, οἱ δὲ τὰ μὲν γέρα περιῄρουν, ὡς οὐδὲ ἐκείνων δεομένων οὐδὲ ἐπὶ τῷδε αὐτὰ πραξάντων. εὐφημεῖν δὲ μόνον αὐτοὺς ἐδικαίουν ὡς εὐεργέτας· οἱ δὲ καὶ τὴν εὐφημίαν ὑπανῄρουν καὶ φείδεσθαι μόνον αὐτῶν ἠξίουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme