Book 1
8.64
ἐξαγγελθέντος δʼ ἐς τὴν πόλιν τοῦ Πομπηίου φόνου, αὐτίκα μὲν ὁ Σύλλας περιδεὴς ἐφʼ ἑαυτῷ γενόμενος τοὺς φίλους περιήγετο πανταχοῦ καὶ νυκτὸς ἀμφʼ αὑτὸν εἶχεν, οὐ πολὺ δʼ ἐπιμείνας ἐς Καπύην ἐπὶ τὸν στρατὸν κἀκεῖθεν ἐς τὴν Ἀσίαν ἐξήλασεν. οἱ δὲ τῶν φυγάδων φίλοι Κίννᾳ, τῷ μετὰ Σύλλαν ὑπατεύοντι, θαρροῦντες τοὺς νεοπολίτας ἠρέθιζον ἐς τὸ ἐνθύμημα τοῦ Μαρίου, ταῖς φυλαῖς πάσαις ἀξιοῦν ἀναμιχθῆναι, ἵνα μὴ τελευταῖοι ψηφιζόμενοι πάντων ὦσιν ἄκυροι. τοῦτο δὴ προοίμιον τῆς αὐτοῦ τε Μαρίου καὶ τῶν ἀμφὶ τὸν ἄνδρα καθόδου. ἀνθισταμένων δὲ τῶν ἀρχαίων κατὰ κράτος, Κίννας μὲν τοῖς νεοπολίταις συνέπραττε, νομιζόμενος ἐπὶ τῷδε τριακόσια δωροδοκῆσαι τάλαντα, τοῖς δʼ ἀρχαίοις ὁ ἕτερος ὕπατος Ὀκτάουιος. καὶ οἱ μὲν ἀμφὶ τὸν Κίνναν προλαβόντες τὴν ἀγορὰν μετὰ κεκρυμμένων ξιφιδίων ἐβόων ἐς τὰς φυλὰς πάσας ἀναμιγῆναι· τὸ δὲ καθαρώτερον πλῆθος ἐς τὸν Ὀκτάουιον ἐχώρει, καὶ οἵδε μετὰ ξιφιδίων.