Book 1
7.60
ὧδε μὲν αἱ στάσεις ἐξ ἔριδος καὶ φιλονικίας ἐπὶ φόνους καὶ ἐκ φόνων ἐς πολέμους ἐντελεῖς προέκοπτον, καὶ στρατὸς πολιτῶν ὅδε πρῶτος ἐς τὴν πατρίδα ὡς πολεμίαν ἐσέβαλεν. οὐδʼ ἔληξαν ἀπὸ τοῦδε αἱ στάσεις ἔτι κρινόμεναι στρατοπέδοις, ἀλλʼ ἐσβολαὶ συνεχεῖς ἐς τὴν Ῥώμην ἐγίνοντο καὶ τειχομαχίαι καὶ ὅσα ἄλλα πολέμων ἔργα, οὐδενὸς ἔτι ἐς αἰδῶ τοῖς βιαζομένοις ἐμποδὼν ὄντος, ἢ νόμων ἢ πολιτείας ἢ πατρίδος. τότε δὲ Σουλπίκιον δημαρχοῦντα ἔτι καὶ σὺν αὐτῷ Μάριον, ἑξάκις ὑπατευκότα, καὶ τὸν Μαρίου παῖδα καὶ Πούπλιον Κέθηγον καὶ Ἰούνιον Βροῦτον καὶ Γναῖον καὶ Κοίντον Γράνιον καὶ Πούπλιον Ἀλβινοουανὸν καὶ Μᾶρκον Λαιτώριον ἑτέρους τε, ὅσοι μετʼ αὐτῶν, ἐς δώδεκα μάλιστα, ἐκ Ῥώμης διεπεφεύγεσαν, ὡς στάσιν ἐγείραντας καὶ πολεμήσαντας ὑπάτοις καὶ δούλοις κηρύξαντας ἐλευθερίαν εἰς ἀπόστασιν πολεμίους Ῥωμαίων ἐψήφιστο εἶναι καὶ τὸν ἐντυχόντα νηποινεὶ κτείνειν ἢ ἀνάγειν ἐπὶ τοὺς ὑπάτους· τά τε ὄντα αὐτοῖς δεδήμευτο.