Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

6.53 Καικίλιος δʼ αὐτῷ Μέτελλος ἐπελθὼν ἐπὶ τὴν στρατηγίαν διάδοχος, ἐς Ἰάπυγας ἐμβαλὼν ἐκράτει καὶ ὅδε μάχῃ τῶν Ἰαπύγων. καὶ Ποπαίδιος, ἄλλος τῶν ἀφεστώτων στρατηγός, ἐνταῦθα ἔπεσεν· οἱ δὲ λοιποὶ σποράδην ἐς τὸν Καικίλιον διέφυγον. καὶ τάδε μὲν ἦν περὶ τὴν Ἰταλίαν ἀμφὶ τὸν συμμαχικὸν πόλεμον, ἀκμάσαντα δὴ μάλιστα μέχρι τῶνδε, ἕως Ἰταλία πᾶσα προσεχώρησεν ἐς τὴν Ῥωμαίων πολιτείαν, χωρίς γε Λευκανῶν καὶ Σαυνιτῶν τότε· δοκοῦσι γάρ μοι καὶ οἵδε τυχεῖν, ὧν ἔχρῃζον, ὕστερον. ἐς δὲ τὰς φυλὰς ὅμοια τοῖς προτυχοῦσιν ἕκαστοι κατελέγοντο, τοῦ μὴ τοῖς ἀρχαίοις ἀναμεμιγμένοι ἐπικρατεῖν ἐν ταῖς χειροτονίαις, πλέονες ὄντες.
6.54 τοῦ δʼ αὐτοῦ χρόνου κατὰ τὸ ἄστυ οἱ χρῆσται πρὸς ἀλλήλους ἐστασίασαν, οἱ μὲν πράττοντες τὰ χρέα σὺν τόκοις, νόμου τινὸς παλαιοῦ διαγορεύοντος μὴ δανείζειν ἐπὶ τόκοις ἢ ζημίαν τὸν οὕτω δανείσαντα προσοφλεῖν. ἀποστραφῆναι γάρ μοι δοκοῦσιν οἱ πάλαι Ῥωμαῖοι, καθάπερ Ἕλληνες, τὸ δανείζειν ὡς καπηλικὸν καὶ βαρὺ τοῖς πένησι καὶ δύσερι καὶ ἐχθροποιόν, ᾧ λόγῳ καὶ Πέρσαι τὸ κίχρασθαι ὡς ἀπατηλόν τε καὶ φιλοψευδές. ἔθους δὲ χρονίου τοὺς τόκους βεβαιοῦντος, οἱ μὲν κατὰ τὸ ἔθος ᾔτουν, οἱ δὲ οἷον ἐκ πολέμων τε καὶ στάσεων ἀνεβάλλοντο τὰς ἀποδόσεις· εἰσὶ δʼ οἳ καὶ τὴν ζημίαν τοὺς δανείσαντας ἐκτίσειν ἐπηπείλουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme