Book 1
3.26
καὶ Γράκχος μὲν διὰ τῆς ξυλίνης γεφύρας ἐς τὸ πέραν τοῦ ποταμοῦ καταφυγὼν ἐς ἄλσος τι μεθʼ ἑνὸς θεράποντος ὑπέσχε τῷ θεράποντι τὴν σφαγὴν καταλαμβανόμενος· Φλάκκου δʼ ἐς ἐργαστήριον ἀνδρὸς γνωρίμου καταφυγόντος, οἱ μὲν διώκοντες, τὴν οἰκίαν οὐκ εἰδότες, ὅλον ἐμπρήσειν τὸν στενωπὸν ἠπείλουν, ὁ δʼ ὑποδεξάμενος αὐτὸς μὲν ὤκνησε μηνῦσαι τὸν ἱκέτην, ἑτέρῳ δὲ προσέταξε μηνῦσαι. καὶ συλληφθεὶς ὁ Φλάκκος ἀνῃρέθη. Γράκχου μὲν δὴ καὶ Φλάκκου τὰς κεφαλὰς ἔφερόν τινες Ὀπιμίῳ, καὶ αὐτοῖς ὁ Ὀπίμιος ἰσοβαρὲς χρυσίον ἀντέδωκεν· ὁ δὲ δῆμος αὐτῶν τὰς οἰκίας διήρπαζε, καὶ τοὺς συμφρονήσαντας ὁ Ὀπίμιος συλλαβὼν ἐς τὴν φυλακὴν ἐνέβαλέ τε καὶ ἀποπνιγῆναι προσέταξε. Κοΐντῳ δὲ τῷ Φλάκκου παιδὶ συνεχώρησεν ἀποθανεῖν, ὡς θέλοι, καὶ τὴν πόλιν ἐπὶ τοῖς φόνοις ἐκάθαιρεν. ἡ δὲ βουλὴ καὶ νεὼν Ὁμονοίας αὐτὸν ἐν ἀγορᾷ προσέταξεν ἐγεῖραι.