Book 1
3.20
ὧν ὁ δῆμος ἀκροώμενος ἐδεδίει, μέχρις ὁ Σκιπίων, ἑσπέρας παραθέμενος ἑαυτῷ δέλτον, εἰς ἣν νυκτὸς ἔμελλε γράψειν τὰ λεχθησόμενα ἐν τῷ δήμῳ, νεκρὸς ἄνευ τραύματος εὑρέθη, εἴτε Κορνηλίας αὐτῷ, τῆς Γράκχου μητρός, ἐπιθεμένης, ἵνα μὴ ὁ νόμος ὁ Γράκχου λυθείη, καὶ συλλαβούσης ἐς τοῦτο Σεμπρωνίας τῆς θυγατρός, ἣ τῷ Σκιπίωνι γαμουμένη διὰ δυσμορφίαν καὶ ἀπαιδίαν οὔτʼ ἐστέργετο οὔτʼ ἔστεργεν, εἴθʼ, ὡς ἔνιοι δοκοῦσιν, ἑκὼν ἀπέθανε συνιδών, ὅτι οὐκ ἔσοιτο δυνατὸς κατασχεῖν ὧν ὑπόσχοιτο. εἰσὶ δʼ οἳ βασανιζομένους φασὶ θεράποντας εἰπεῖν, ὅτι αὐτὸν ξένοι διʼ ὀπισθοδόμου νυκτὸς ἐπεισαχθέντες ἀποπνίξαιεν καὶ οἱ πυθόμενοι ὀκνήσαιεν ἐξενεγκεῖν διὰ τὸν δῆμον ὀργιζόμενον ἔτι καὶ τῷ θανάτῳ συνηδόμενον.
3.20
Σκιπίων μὲν δὴ τεθνήκει καὶ οὐδὲ δημοσίας ταφῆς ἠξιοῦτο, μέγιστα δὴ τὴν ἡγεμονίαν ὠφελήσας· οὕτως ἡ παραυτίκα ὀργὴ τῆς ποτὲ χάριτος ἐπικρατεῖ. καὶ τόδε ὂν τηλικοῦτον οἷα πάρεργον ἐπὶ τῇ Γράκχου στάσει συνέπεσε.
3.21
τὴν δὲ διαίρεσιν τῆς γῆς οἱ κεκτημένοι καὶ ὣς ἐπὶ προφάσεσι ποικίλαις διέφερον ἐπὶ πλεῖστον. καί τινες εἰσηγοῦντο τοὺς συμμάχους ἅπαντας, οἳ δὴ περὶ τῆς γῆς μάλιστα ἀντέλεγον, εἰς τὴν Ῥωμαίων πολιτείαν ἀναγράψαι, ὡς μείζονι χάριτι περὶ τῆς γῆς οὐ διοισομένους. καὶ ἐδέχοντο ἄσμενοι τοῦθʼ οἱ Ἰταλιῶται, προτιθέντες τῶν χωρίων τὴν πολιτείαν. συνέπρασσέ τε αὐτοῖς ἐς τοῦτο μάλιστα πάντων Φούλβιος Φλάκκος, ὑπατεύων ἅμα καὶ τὴν γῆν διανέμων. ἡ βουλὴ δʼ ἐχαλέπαινε, τοὺς ὑπηκόους σφῶν ἰσοπολίτας εἰ ποιήσονται.