Book 1
3.19
ταῦτά τε δὴ καὶ τὰς ἐπὶ τούτοις τῶν δικαζόντων ἐπείξεις οὐ φέροντες οἱ Ἰταλιῶται Κορνήλιον Σκιπίωνα, ὃς Καγχηδόνα ἐπόρθησεν, ἠξίουν προστάτην σφῶν ἀδικουμένων γενέσθαι. ὁ δʼ ἐς τοὺς πολέμους αὐτοῖς κεχρημένος προθυμοτάτοις ὑπεριδεῖν τε ὤκνησε καὶ παρελθὼν εἰς τὸ βουλευτήριον τὸν μὲν Γράκχου νόμον οὐκ ἔψεγε διὰ τὸν δῆμον σαφῶς, τὴν δὲ τοῦδε δυσχέρειαν ἐπεξιὼν ἠξίου τὰς δίκας οὐκ ἐπὶ τῶν διαιρούντων ὡς ὑπόπτων τοῖς δικαζομένοις, ἀλλʼ ἐφʼ ἑτέρων λέγεσθαι. ᾧ δὴ καὶ μάλιστα ἔπεισεν, εἶναι δοκοῦντι δικαίῳ· καὶ Τουδιτανὸς αὐτοῖς ὑπατεύων ἐδόθη δικάζειν. ἀλλʼ ὅδε μὲν ἁψάμενος τοῦ ἔργου καὶ τὴν δυσχέρειαν ἰδὼν ἐπʼ Ἰλλυριοὺς ἐστράτευε, πρόφασιν τήνδε ποιούμενος τοῦ μὴ δικάζειν· οἱ δὲ τὴν γῆν διανέμοντες, οὐκ ἀπαντῶντος ἐς αὐτοὺς οὐδενὸς ἐς δίκην, ἐπὶ ἀργίας ἦσαν. καὶ μῖσος ἐντεῦθεν ἤρξατο εἰς τὸν Σκιπίωνα τοῦ δήμου καὶ ἀγανάκτησις, ὅτι αὐτὸν ἀγαπήσαντες ἐπιφθόνως καὶ πολλὰ τοῖς δυνατοῖς ἐναντιωθέντες ὑπὲρ αὐτοῦ ὕπατόν τε δὶς ἑλόμενοι παρανόμως, ὑπὲρ τῶν Ἰταλιωτῶν ἀντιπεπραχότα σφίσιν ἑώρων. ταῦτα δʼ, ὅσοι τοῦ Σκιπίωνος ἦσαν ἐχθροί, κατιδόντες ἐβόων, ὡς λῦσαι τὸν Γράκχου νόμον ὅλως διεγνωκὼς μέλλοι πολὺν ἐπὶ τῷδε ἔνοπλον φόνον ἐργάσασθαι.