Book 1
14.121
καὶ τάδε Κράσσος ἓξ μησὶν ἐργασάμενος ἀμφήριστος ἐκ τοῦδε αὐτίκα μάλα τῇ δόξῃ τῇ Πομπηίου γίνεται. καὶ τὸν στρατὸν οὐ μεθίει, διότι μηδὲ Πομπήιος. ἐς δὲ ὑπατείαν ἄμφω παρήγγελλον, ὁ μὲν ἐστρατηγηκὼς κατὰ τὸν νόμον Σύλλα, ὁ δὲ Πομπήιος οὔτε στρατηγήσας οὔτε ταμιεύσας ἔτος τε ἔχων τέταρτον ἐπὶ τοῖς τριάκοντα· τοῖς δὲ δημάρχοις ὑπέσχητο πολλὰ τῆς ἀρχῆς ἐς τὸ ἀρχαῖον ἐπανάξειν. αἱρεθέντες δὲ ὕπατοι οὐδʼ ὣς μεθίεσαν τὸν στρατόν, ἔχοντες ἀγχοῦ τῆς πόλεως, ἑκάτερος πρόφασιν τήνδε ποιούμενος, Πομπήιος μὲν ἐς τὸν Ἰβηρικὸν θρίαμβον περιμένειν ἐπανιόντα Μέτελλον, ὁ δὲ Κράσσος, ὡς Πομπήιον δέον προδιαλῦσαι.
14.121
καὶ ὁ δῆμος, ἑτέραν ἀρχὴν στάσεως ὁρῶν καὶ φοβούμενος δύο στρατοὺς περικαθημένους, ἐδέοντο τῶν ὑπάτων ἐν ἀγορᾷ προκαθημένων συναλλαγῆναι πρὸς ἀλλήλους. καὶ τὰ μὲν πρῶτα ἑκάτερος ἀπεκρούετο· ὡς δὲ καὶ θεόληπτοί τινες προύλεγον πολλὰ καὶ δεινά, εἰ μὴ συναλλαγεῖεν οἱ ὕπατοι, ὁ δῆμος αὖθις αὐτοὺς μετʼ οἰμωγῆς παρεκάλει πάνυ ταπεινῶς, ἔτι τῶν Σύλλα καὶ Μαρίου κακῶν ἀναφέροντες. καὶ ὁ Κράσσος πρότερος ἐνδοὺς ἀπὸ τοῦ θρόνου κατέβαινε καὶ ἐς τὸν Πομπήιον ἐχώρει, τὴν χεῖρα προτείνων ἐπὶ διαλλαγαῖς· ὁ δʼ ὑπανίστατο καὶ προσέτρεχε. καὶ δεξιωσαμένων ἀλλήλους εὐφημίαι τε ἦσαν ἐς αὐτοὺς ποικίλαι, καὶ οὐ πρὶν ὁ δῆμος ἀπέστη τῆς ἐκκλησίας ἢ προγράψαι τοὺς ὑπάτους τὰς ἀφέσεις τῶν στρατοπέδων. οὕτω μὲν δὴ δόξασα καὶ ἥδε μεγάλη στάσις ἔσεσθαι κατελύετο εὐσταθῶς· καὶ ἔτος ἦν τῷδε τῷ μέρει τῶν ἐμφυλίων ἀμφὶ τὰ ἑξήκοντα μάλιστʼ ἀπὸ τῆς ἀναιρέσεως Τιβερίου Γράκχου.