Thesauros Literature History Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη

Ἐμφυλίων Πρώτη Appianus of Alexandria

Book 1

13.110 ἔλαφος δʼ ἦν λευκὴ χειροήθης τῷ Σερτωρίῳ καὶ ἄνετος· ἧς ἀφανοῦς γενομένης ὁ Σερτώριος οὐκ αἴσιον ἑαυτῷ τιθέμενος ἐβαρυθύμει τε καὶ ἐπʼ ἀργίας ἦν, καὶ ταῦτʼ ἐπιτωθαζόμενος ἐς τὴν ἔλαφον ὑπὸ τῶν πολεμίων. ὡς δʼ ὤφθη διὰ δρυμῶν δρόμῳ φερομένη, ἀνά τε ἔδραμεν ὁ Σερτώριος καὶ εὐθύς, ὥσπερ αὐτῇ προκαταρχόμενος, ἠκροβολίσατο ἐς τοὺς πολεμίους.
13.110 οὐ πολὺ δὲ ὕστερον ἀγῶνα μέγαν ἠγωνίσατο περὶ Σεγοντίαν ἐκ μεσημβρίας ἐπὶ ἄστρα. καὶ αὐτὸς μὲν ἱππομαχῶν ἐκράτει τοῦ Πομπηίου καὶ ἔκτεινεν ἐς ἑξακισχιλίους ἀποβαλὼν ἐς ἡμίσεας· Μέτελλος δὲ καὶ τότε Περπέννα περὶ πεντακισχιλίους διέφθειρε. καὶ ὁ Σερτώριος μετὰ τὴν μάχην τῆς ἐπιούσης ἡμέρας πολλοὺς βαρβάρους προσλαβὼν ἐπέδραμεν ἀδοκήτως τῷ Μετέλλου στρατοπέδῳ περὶ δείλην ἑσπέραν ὡς ἀποταφρεύσων αὐτὸ σὺν τόλμῃ, Πομπηίου δʼ ἐπιδραμόντος ἐπαύσατο τῆς καταφρονήσεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme