2.9
Μακεδόνων δὲ οὐ πολὺ ὕστερον ἐς ἀλλήλους στασιασάντων, Ἀντίγονος μὲν ἦρχε Συρίας Λαομέδοντα ἐκβαλών, Μιθριδάτης δʼ αὐτῷ συνῆν, ἀνὴρ γένους βασιλείου Περσικοῦ. καὶ ὁ Ἀντίγονος ἐνύπνιον ἔδοξε πεδίον σπεῖραι χρυσίῳ, καὶ τὸ χρυσίον ἐκθερίσαντα τὸν Μιθριδάτην ἐς τὸν Πόντον οἴχεσθαι. καὶ ὁ μὲν αὐτὸν ἐπὶ τῷδε συλλαβὼν ἐβούλετο ἀποκτεῖναι, ὁ δʼ ἐξέφυγε σὺν ἱππεῦσιν ἕξ, καὶ φραξάμενός τι χωρίον τῆς Καππαδοκίας, πολλῶν οἱ προσιόντων ἐν τῇδε τῇ Μακεδόνων ἀσχολίᾳ, Καππαδοκίας τε αὐτῆς καὶ τῶν ὁμόρων περὶ τὸν Πόντον ἐθνῶν κατέσχεν, ἐπί τε μέγα τὴν ἀρχὴν προαγαγὼν παισὶ παρέδωκεν. οἱ δʼ ἦρχον, ἕτερος μεθʼ ἕτερον, ἕως ἐπὶ τὸν ἕκτον ἀπὸ τοῦ πρώτου Μιθριδάτην, ὃς Ῥωμαίοις ἐπολέμησεν. τούτου δὲ τοῦ γένους ὄντες οἱ Καππαδοκίας τε καὶ Πόντου βασιλεῖς ἔσθʼ ὅτε μοι δοκοῦσι διελεῖν τὴν ἀρχήν, καί οἱ μὲν τοῦ Πόντου κατασχεῖν οἱ δὲ Καππαδοκίας.