1.7
οἱ μὲν δὴ πρέσβεις ἐς Βιθυνίαν ἀφίκοντο, καὶ προσέτασσον αὐτοῖς τὸν πόλεμον ἐκλῦσαι, Νικομήδους δὲ καὶ Ἀττάλου συγχωρεῖν ὑποκρινομένων οἱ Βιθυνοὶ διδαχθέντες ἔλεγον οὐκ εἶναι δυνατοὶ φέρειν ἔτι τὴν ὠμότητα τὴν Προυσίου, φανεροὶ μάλιστα αὐτῷ γενόμενοι δυσχεραίνοντες. οἱ μὲν δὴ πρέσβεις, ὡς οὔπω Ῥωμαίων τάδε πυθομένων, ἐπανῄεσαν ἄπρακτοι· Προυσίας δʼ ἐπεὶ καὶ τὰ Ῥωμαίων ἀπέγνω, οἷς μάλιστα πιστεύων οὐδενὸς ἐς ἄμυναν ἐπεφροντίκει, μετῆλθεν ἐς Νικομήδειαν ὡς κρατυνούμενος τὴν πόλιν καὶ τοῖς ἐπιοῦσι πολεμήσων. οἱ δὲ προδιδόντες αὐτὸν τὰς πύλας ἀνέῳξαν, καὶ ὁ μὲν Νικομήδης ἐσῄει μετὰ τοῦ στρατοῦ, τὸν δὲ Προυσίαν ἐς ἱερὸν Διὸς καταφυγόντα συνεκέντησάν τινες ἐπιπεμφθέντες ἐκ τοῦ Νικομήδους. οὕτω Νικομήδης ἀντὶ Προυσίου Βιθυνῶν ἐβασίλευε, καὶ αὐτὸν χρόνῳ τελευτήσαντα Νικομήδης ὁ υἱός, ᾧ φιλοπάτωρ ἐπίκλησις ἦν, διεδέξατο, Ῥωμαίων αὐτῷ τὴν ἀρχὴν ὡς πατρῴαν ψηφισαμένων.
1.7
τὰ μὲν δὴ Βιθυνῶν ὧδε εἶχε· καὶ εἴ τῳ σπουδὴ πάντα προμαθεῖν, υἱωνὸς τοῦδε ἕτερος Νικομήδης Ῥωμαίοις τὴν ἀρχὴν ἐν διαθήκαις ἀπέλιπεν.