1.2
τάδε μὲν οὖν μοι προλελέχθω περὶ Βιθυνίας· τῶν δὲ πρὸ Ῥωμαίων αὐτῆς βασιλέων, ἐννέα καὶ τεσσαράκοντα ἐφεξῆς γενομένων, ὅτου μοι μάλιστα μνημονεῦσαι προσήκει τὰ Ῥωμαίων συγγράφοντι, Προυσίας ἦν ὁ κυνηγὸς ἐπίκλησιν, ᾧ Περσεὺς ὁ Μακεδόνων βασιλεὺς τὴν ἀδελφὴν ἠγγύησεν. καὶ οὐ πολὺ ὕστερον Περσέως καὶ Ῥωμαίων ἐς χεῖρας ἐπʼ ἀλλήλους ἰόντων, ὁ Προυσίας οὐδετέροις συνεμάχει. Περσέως δʼ ἁλόντος ἀπήντησε τοῖς Ῥωμαίων στρατηγοῖς εἷμά τε Ῥωμαϊκὸν ἀμπεχόμενος, ὃ καλοῦσι τήβεννον, καὶ ὑποδήματα ἔχων Ἰταλικά, τὴν κεφαλὴν ἐξυρημένος καὶ πῖλον ἐπικείμενος, ᾧ τρόπῳ τινὲς προΐασι τῶν ἐν διαθήκαις ἐλευθερωθέντων, αἰσχρὸς ὢν καὶ τἆλλα ὀφθῆναι καὶ βραχύς. ἐντυχὼν δʼ αὐτοῖς ἔφη ῥωμαϊστὶ τῷ ῥήματι Ῥωμαίων εἰμὶ λίβερτος, ὅπερ ἐστὶν ἀπελεύθερος. γέλωτα δὲ παρασχὼν ἐς Ῥώμην ἐπέμφθη, καὶ φανεὶς κἀνταῦθα γελοῖος ἔτυχε συγγνώμης.