Thesauros Literature History Συριακή

Συριακή

Συριακή Appianus of Alexandria
8.47 Δημήτριος δὲ αὖθις ἐς τὴν σύγκλητον ἐσελθὼν ἐδεῖτο τῆς γοῦν ὁμηρείας μόνης ἀπολυθῆναι, ὡς Ἀντιόχου μὲν ἀντιδοθείς, Ἀντιόχου δʼ ἀποθανόντος. ἐπεὶ δʼ οὐκ ἐτύγχανεν οὐδὲ τοῦδε, λαθὼν ἐξέπλευσε, καὶ δεξαμένων αὐτὸν ἀσμένως τῶν Σύρων ἦρχε, τόν τε Λυσίαν καὶ τὸ παιδίον ἐπʼ αὐτῷ διαφθείρας, καὶ Ἡρακλείδην ἐκβαλών, καὶ Τίμαρχον ἐπανιστάμενον ἀνελών, καὶ τἆλλα πονηρῶς τῆς Βαβυλῶνος ἡγούμενον· ἐφʼ ᾧ καὶ σωτήρ, ἀρξαμένων τῶν Βαβυλωνίων, ὠνομάσθη. κρατυνάμενος δὲ τὴν ἀρχὴν ὁ Δημήτριος στέφανόν τε Ῥωμαίοις ἀπὸ χρυσῶν μυρίων, χαριστήριον τῆς ποτὲ παρʼ αὐτοῖς ὁμηρείας, καὶ Λεπτίνην τὸν ἀνδροφόνον Ὀκταουίου. οἱ δὲ τὸν μὲν στέφανον ἐδέχοντο, Λεπτίνην δὲ οὐκ ἔλαβον, ὡς δή τι τοῦτʼ ἔγκλημα τοῖς Σύροις ταμιευόμενοι. Δημήτριος δὲ καὶ ἐκ τῆς Καππαδοκῶν ἀρχῆς Ἀριαράθην ἐκβαλών, Ὀλοφέρνην ἐπὶ χιλίοις ταλάντοις ἀντʼ αὐτοῦ κατήγαγεν, ἀδελφὸν εἶναι δοκοῦντα Ἀριαράθου. καὶ Ῥωμαίοις ἐδόκει μέν, ὡς ἀδελφούς, Ἀριαράθην καὶ Ὀλοφέρνην βασιλεύειν ὁμοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme