1.4
οὕτω μὲν ἀπʼ ἀλλήλων ἄπρακτοι διεκρίθησαν, ἀπορρηγνύντες ἤδη τὰς ἀπειλὰς ἐς τὸ φανερώτερον· λόγου δὲ καὶ δόξης ἐμπεσούσης ὅτι Πτολεμαῖος ὁ φιλοπάτωρ ἀποθάνοι, κατὰ σπουδὴν ὁ Ἀντίοχος ἀπῄει ὡς Αἴγυπτον ἔρημον ἄρχοντος ἁρπασόμενος. καὶ αὐτῷ κατὰ Ἔφεσον Ἀννίβας ὁ Καρχηδόνιος συμβάλλει, φεύγων τὴν πατρίδα διʼ ἐχθρῶν διαβολάς, οἳ Ῥωμαίοις αὐτὸν ἔφασκον εἶναι δύσερίν τε καὶ φιλοπόλεμον καὶ οὔποτε εἰρηνεύειν δυνάμενον. τότε δʼ ἦν ὅτε Καρχηδόνιοι Ῥωμαίοις ὑπήκουον ἔνσπονδοι. Ἀννίβαν μὲν δὴ διώνυμον ἐπὶ στρατηγίαις ὄντα ὁ Ἀντίοχος ὑπεδέχετο λαμπρῶς καὶ εἶχεν ἀμφʼ αὑτόν· περὶ δὲ τὴν Λυκίαν Πτολεμαῖον περιεῖναι μαθὼν Αἰγύπτου μὲν ἀπέγνω, Κύπρον δʼ ἐλπίσας αἱρήσειν ἀντὶ Αἰγύπτου διέπλει κατὰ τάχος ἐπʼ αὐτήν. χειμῶνι δʼ ἀμφὶ τὸν Σάρον ποταμὸν συμπεσών, καὶ πολλὰς τῶν νεῶν ἀποβαλών, ἐνίας δʼ αὐτοῖς ἀνδράσι καὶ φίλοις, ἐς Σελεύκειαν τῆς Συρίας κατέπλευσε, καὶ τὸν στόλον κατεσκεύαζε πεπονημένον. γάμους τε τῶν παίδων ἔθυεν, Ἀντιόχου καὶ Λαοδίκης, ἀλλήλοις συναρμόζων.