1.3
τούτων δὴ τῶν πρέσβεων Γναῖος ἡγούμενος ἠξίου τὸν Ἀντίοχον Πτολεμαίῳ μέν, ὄντι Ῥωμαίων φίλῳ, συγχωρεῖν ἄρχειν ὅσων ὁ πατὴρ αὐτῷ κατέλιπε, τὰς δʼ ἐν Ἀσίᾳ πόλεις, ὧν Φίλιππος ὁ Μακεδὼν ἦρχεν, αὐτονόμους ἐᾶν· οὐ γὰρ εἶναι δίκαιον Ἀντίοχον κρατεῖν ὧν Φίλιππον ἀφείλοντο Ῥωμαῖοι. ὅλως δʼ ἀπορεῖν ἔφη τί τοσοῦτον στόλον ὁ Ἀντίοχος καὶ τοσαύτην στρατιὰν ἄγων ἄνωθεν ἐκ Μήδων ἔλθοι τῆς Ἀσίας ἐπὶ θάλασσαν, ἔς τε τὴν Εὐρώπην ἐσβάλοι, καὶ πόλεις ἐν αὐτῇ κατασκευάζοιτο, καὶ Θρᾴκην ὑπάγοιτο, εἰ μὴ ταῦτά ἐστιν ἑτέρου πολέμου θεμέλια. ὁ δʼ ἀπεκρίνατο Θρᾴκην μέν, τῶν προγόνων αὑτοῦ γενομένην τε καὶ διʼ ἀσχολίας ἐκπεσοῦσαν, αὐτὸς ἐπὶ σχολῆς ὢν ἀναλαμβάνειν, καὶ Λυσιμάχειαν ἐγείρειν οἰκητήριον Σελεύκῳ τῷ παιδὶ εἶναι, τὰς δʼ ἐν Ἀσίᾳ πόλεις αὐτονόμους ἐάσειν, εἰ τὴν χάριν οὐ Ῥωμαίοις ἀλλʼ ἑαυτῷ μέλλοιεν ἕξειν. Πτολεμαίῳ δʼ, ἔφη, καὶ συγγενής εἰμι καὶ ὅσον οὔπω καὶ κηδεστὴς ἔσομαι, καὶ χάριν ὑμῖν αὐτὸν ὁμολογεῖν παρασκευάσω. ἀπορῶ δὲ κἀγὼ τίνι Ῥωμαῖοι δικαίῳ τὴν Ἀσίαν πολυπραγμονοῦσιν, ἐμοῦ τὴν Ἰταλίαν οὐ πολυπραγμονοῦντος.